previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὡς δὲ ἐγένετο ἡμέρα, κρύος μὲν ἦν ἐξαίσιον καὶ αὖρα βόρειος ἀπέκαε πάντα. Οἱ δὲ ἀναστάντες θύουσι τῷ Διονύσῳ κριὸν ἐνιαύσιον καὶ πῦρ ἀνακαύσαντες μέγα παρεσκευάζοντο τροφήν. [2] Τῆς οὖν Νάπης ἀρτοποιούσης καὶ τοῦ Δρύαντος τὸν κριὸν ἕψοντος, σχολῆς Δάφνις καὶ Χλόη λαβόμενοι προῆλθον τῆς αὐλῆς ἵνα κιττός: καὶ πάλιν βρόχους στήσαντες καὶ ἰξὸν ἐπαλείψαντες ἐθήρων πλῆθος οὐκ ὀλίγον ὀρνίθων. [3] Ἦν δ̓ αὐτοῖς καὶ φιλημάτων ἀπόλαυσις συνεχὴς καὶ λόγων ὁμιλία τερπνή. ‘Διὰ σὲ ἦλθον, Χλόη.’ ‘Οἶδα, Δάφνι.’ ‘Διὰ σὲ ἀπολλύω τοὺς ἀθλίους κοψίχους.’ ‘Τί οὖν σοι γένωμαι;’ ‘Μέμνησό μου.’ ‘Μνημονεύω, νὴ τὰς Νύμφας, ἃς ὤμοσά ποτε εἰς ἐκεῖνο τὸ ἄντρον , εἰς ἥξομεν εὐθύς, ἂν χιὼν τακῇ.’ [4]Ἀλλὰ πολλή ἐστι, Χλόη, καὶ δέδοικα μὴ ἐγὼ πρὸ ταύτης τακῶ.’ ‘Θάρρει, Δάφνι, θερμός ἐστιν ἥλιος.’ ‘Εἰ γὰρ οὕτως γένοιτο. Χλόη, θερμός, ὡς τὸ κᾶον πῦρ τὴν καρδίαν τὴν ἐμήν.’ ‘Παίζεις ἀπατῶν με.’ ‘Οὐ μὰ τὰς αἶγας, ἃς σύ με ἐκέλευες ὀμνύειν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: