previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τοῦτο τὸ ὄναρ ἰδόντες ἤχθοντο μὲν εἰ ποιμένες ἔσονται οἱ τύχην ἐκ σπαργάνων ἐπαγγελλόμενοι κρείττονα ῾διὸ αὐτοὺς καὶ τροφαῖς ἔτρεφον ἁβροτέραις καὶ γράμματα ἐπαίδευον καὶ πάντα ὅσα καλὰ ἦν ἐπ̓ ἀγροικίας᾿, ἐδόκει δὲ πείθεσθαι θεοῖς περὶ τῶν σωθέντων προνοίᾳ θεῶν. [2] Καὶ κοινώσαντες ἀλλήλοις τὸ ὄναρ καὶ θύσαντες τῷ τὰ πτερὰ ἔχοντι παιδίῳ παρὰ ταῖς Νύμφαις ῾τὸ γὰρ ὄνομα λέγειν οὐκ εἶχον̓ ὡς ποιμένας ἐκπέμπουσιν αὐτοὺς ἅμα ταῖς ἀγέλαις, ἐκδιδάξαντες ἕκαστα: πῶς δεῖ νέμειν πρὸ μεσημβρίας, [3] πῶς κοπάσαντος τοῦ καύματος: πότε ἐξάγειν ἐπὶ πότον, πότε ἀπάγειν ἐπὶ κοῖτον: ἐπὶ τίσι καλαύροπι χρηστέον, ἐπὶ τίσι φωνῇ μόνῃ. Οἱ δὲ μάλα χαίροντες ὡς ἀρχὴν μεγάλην παρελάμβανον καὶ ἐφίλουν τὰς αἶγας καὶ τὰ πρόβατα μᾶλλον ποιμέσιν ἔθος, μὲν ἐς ποίμνιον ἀνάγουσα τῆς σωτηρίας τὴν αἰτίαν, δὲ μεμνημένος ὡς ἐκκείμενον αὐτὸν αἲξ ἀνέθρεψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: