previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Νῦν ἐγὼ νοσῶ μέν, τί δὲ νόσος ἀγνοῶ: ἀλγῶ, καὶ ἕλκος οὐκ ἔστι μοι: λυποῦμαι, καὶ οὐδὲν τῶν προβάτων ἀπόλωλέ μοι: κάομαι, καὶ ἐν σκιᾷ τοσαύτῃ κάθημαι. [2] Πόσοι βάτοι με ἤμυξαν, καὶ οὐκ ἔκλαυσα: πόσαι μέλιτται κέντρον ἐνῆκαν, ἀλλὰ ἔφαγον: τουτὶ δὲ τὸ νύττον μου τὴν καρδίαν πάντων ἐκείνων πικρότερον. Καλὸς Δάφνις, καὶ γὰρ τὰ ἄνθη: καλὸν σύριγξ αὐτοῦ φθέγγεται, καὶ γὰρ αἱ ἀηδόνες. Ἀλλ̓ ἐκείνων οὐδείς μοι λόγος. Εἴθε αὐτοῦ σύριγξ ἐγενόμην, ἵν̓ ἐμπνέῃ μοι: [3] εἴθε αἴξ, ἵν̓ ὑπ̓ ἐκείνου νέμωμαι. πονηρὸν ὕδωρ, μόνον Δάφνιν καλὸν ἐποίησας, ἐγὼ δὲ μάτην ἀπελουσάμην. Οἴχομαι, Νύμφαι φίλαι: οὐδὲ ὑμεῖς σώζετε τὴν παρθένον τὴν ἐν ὑμῖν τραφεῖσαν; Τίς ὑμᾶς στεφανώσει μετ̓ ἐμέ; [4] τίς τοὺς ἀθλίους ἄρνας ἀναθρέψει; τίς τὴν λάλον ἀκρίδα θεραπεύσει, ἣν πολλὰ καμοῦσα ἐθήρασα, ἵνα με κατακοιμίζῃ φθεγγομένη πρὸ τοῦ [p. 250] ἄντρου; νῦν δὲ ἐγὼ μὲν ἀγρυπνῶ διὰ Δάφνιν, δὲ μάτην λαλεῖ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: