previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐκεῖνο μέντοι λοιπὸν ῾ἕνεκα τῆς σῆς χρηστομαθείας οὐκ ὀκνήσομεν ἐπιπροσθεῖναἰ διασαφῆσαι, Τερεντιανὲ φίλτατε, ὅπερ ἐζήτησέ τις τῶν φιλοσόφων προσέναγχος, θαῦμά μ̓ ἔχει,᾿ λέγων, ὡς ἀμέλει καὶ ἑτέρους πολλούς, πῶς ποτε κατὰ τὸν ἡμέτερον αἰῶνα πιθαναὶ μὲν ἐπ̓ ἄκρον καὶ πολιτικαί, δριμεῖαί τε καὶ ἐντρεχεῖς, καὶ μάλιστα πρὸς ἡδονὰς λόγων εὔφοροι, ὑψηλαὶ δὲ λίαν καὶ ὑπερμεγέθεις, πλὴν εἰ μή τι σπάνιον, οὐκέτι γίνονται φύσεις. τοσαύτη λόγων κοσμική τις ἐπέχει τὸν βίον ἀφορία. [2] νὴ Δἴ ᾿ ἔφη ῾πιστευτέον ἐκείνῳ τῷ θρυλουμένῳ, ὡς δημοκρατία τῶν μεγάλων ἀγαθὴ τιθηνός, μόνῃ σχεδὸν καὶ συνήκμασαν οἱ περὶ λόγους δεινοὶ καὶ συναπέθανον; θρέψαι τε γάρ φησιν ἱκανὴ τὰ φρονήματα τῶν μεγαλοφρόνων ἐλευθερία καὶ ἐπελπίσαι καὶ ἅμα διελθεῖν τὸ πρόθυμον τῆς πρὸς ἀλλήλους ἔριδος καὶ τῆς περὶ τὰ πρωτεῖα φιλοτιμίας. [3] ἔτι γε μὴν διὰ τὰ προκείμενα ἐν ταῖς πολιτείαις ἔπαθλα ἑκάστοτε τὰ ψυχικὰ προτερήματα τῶν ῥητόρων μελετώμενα ἀκονᾶται καὶ οἷον ἐκτρίβεται καὶ τοῖς πράγμασι κατὰ τὸ εἰκὸς ἐλεύθερα συνεκλάμπει. [p. 156] οἱ δὲ νῦν ἐοίκαμεν̓ ἔφη ῾παιδομαθεῖς εἶναι δουλείας δικαίας, τοῖς αὐτῆς ἔθεσι καὶ ἐπιτηδεύμασιν ἐξ ἁπαλῶν ἔτι φρονημάτων μόνον οὐκ ἐνεσπαργανωμένοι καὶ ἄγευστοι καλλίστου καὶ γονιμωτάτου λόγων νάματος, τὴν ἐλευθερίαν̓ ἔφη ῾λέγω, διόπερ οὐδὲν ὅτι μὴ κόλακες ἐκβαίνομεν μεγαλοφυεῖς.᾿ [4] διὰ τοῦτο τὰς μὲν ἄλλας ἕξεις καὶ εἰς οἰκέτας πίπτειν ἔφασκεν, δοῦλον δὲ μηδένα γίνεσθαι ῥήτορα: εὐθὺς γὰρ ἀναζεῖ τὸ ἀπαρρησίαστον καὶ οἷον ἔμφρουρον ὑπὸ συνηθείας ἀεὶ κεκονδυλισμένον: [5] ῾ἥμισυ γάρ τ̓ ἀρετῆς᾿ κατὰ τὸν Ὅμηρον ῾ἀποαίνυται δούλιον ἦμαρ.᾿ ῾ὥσπερ οὖν, εἴ γἐ φησὶ τοῦτο πιστὸν ἀκούω, τὰ γλωττόκομα, ἐν οἷς οἱ Πυγμαῖοι καλούμενοι δὲ νᾶνοι τρέφονται, οὐ μόνον κωλύει τῶν ἐγκεκλεισμένων τὰς αὐξήσεις, ἀλλὰ καὶ συναραιοῖ διὰ τὸν περικείμενον τοῖς σώμασι δεσμόν: οὕτως ἅπασαν δουλείαν, κἂν δικαιοτάτη, ψυχῆς γλωττόκομον καὶ κοινὸν δή τις ἀπεφήνατο δεσμωτήριον.᾿ [6] ἐγὼ μέντοι γε ὑπολαμβάνων ῾ῥᾴδιον,᾿ ἔφην, ῾ὦ βέλτιστε, καὶ ἴδιον ἀνθρώπου τὸ καταμέμφεσθαι τὰ ἀεὶ παρόντα: ὅρα δέ, μή ποτε οὐχ τῆς οἰκουμένης εἰρήνη διαφθείρει τὰς μεγάλας φύσεις, πολὺ δὲ μᾶλλον κατέχων ἡμῶν τὰς ἐπιθυμίας ἀπεριόριστος οὑτοσὶ πόλεμος καὶ νὴ Δία πρὸς τούτῳ τὰ φρουροῦντα τὸν νῦν βίον καὶ κατ̓ ἄκρας ἄγοντα καὶ φέροντα ταυτὶ πάθη. γὰρ φιλοχρηματία, πρὸς ἣν ἅπαντες ἀπλήστως ἤδη νοσοῦμεν, καὶ φιληδονία δουλαγωγοῦσι, μᾶλλον δέ, ὡς ἂν εἴποι τις, καταβυθίζουσιν αὐτάνδρους ἤδη τοὺς βίους, φιλαργυρία [p. 158] μὲν νόσημα μικροποιόν, φιληδονία δ̓ ἀγεννέστατον. [7] οὐ δὴ ἔχω λογιζόμενος εὑρεῖν, ὡς οἷόν τε πλοῦτον ἀόριστον ἐκτιμήσαντας, τὸ δ̓ ἀληθέστερον εἰπεῖν, ἐκθειάσαντας, τὰ συμφυῆ τούτῳ κακὰ εἰς τὰς ψυχὰς ἡμῶν ἐπεισιόντα μὴ παραδέχεσθαι. ἀκολουθεῖ γὰρ τῷ ἀμέτρῳ πλούτῳ καὶ ἀκολάστῳ συνημμένη καὶ ἴσα, φασί, βαίνουσα πολυτέλεια, καὶ ἅμα ἀνοίγοντος ἐκείνου τῶν πόλεων καὶ οἴκων τὰς εἰσόδους εὐθὺς ἐμβαίνει καὶ συνοικίζεται. χρονίσαντα δὲ ταῦτα ἐν τοῖς βίοις νεοττοποιεῖται, κατὰ τοὺς σοφούς, καὶ ταχέως γενόμενα περὶ τεκνοποιΐαν ἀλαζονείαν τε γεννῶσι καὶ τύφον καὶ τρυφὴν οὐ νόθα ἑαυτῶν γεννήματα ἀλλὰ καὶ πάνυ γνήσια. ἐὰν δὲ καὶ τούτους τις τοῦ πλούτου τοὺς ἐκγόνους εἰς ἡλικίαν ἐλθεῖν ἐάσῃ, ταχέως δεσπότας ταῖς ψυχαῖς ἐντίκτουσιν ἀπαραιτήτους, ὕβριν καὶ παρανομίαν καὶ ἀναισχυντίαν. [8] ταῦτα γὰρ οὕτως ἀνάγκη γίνεσθαι καὶ μηκέτι τοὺς ἀνθρώπους ἀναβλέπειν μηδ̓ ἕτερα φήμης εἶναί τινα λόγον, ἀλλὰ τοιούτων ἐν κύκλῳ τελεσιουργεῖσθαι κατ̓ ὀλίγον τὴν τῶν βίων διαφθοράν, φθίνειν δὲ καὶ καταμαραίνεσθαι τὰ ψυχικὰ μεγέθη, καὶ ἄζηλα γίνεσθαι, ἡνίκα τὰ θνητὰ ἑαυτῶν μέρη ἐκθαυμάζοιεν, παρέντες αὔξειν τἀθάνατα. [9] οὐ γὰρ ἐπὶ κρίσει μέν τις δεκασθεὶς οὐκ ἂν ἐπὶ τῶν δικαίων καὶ καλῶν ἐλεύθερος καὶ ὑγιὴς ἂν κριτὴς γένοιτο: ἀνάγκη γὰρ τῷ δωροδόκῳ τὰ οἰκεῖα μὲν φαίνεσθαι καλὰ καὶ δίκαια: ὅπου δὲ ἡμῶν ἑκάστου τοὺς ὅλους ἤδη βίους δεκασμοὶ βραβεύουσι καὶ ἀλλοτρίων θῆραι θανάτων καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: