previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δεινὴ δ̓ αἰσχῦναι τὰ μεγέθη καὶ μικρότης τῶν ὀνομάτων. παρὰ γοῦν τῷ Ἡροδότῳ κατὰ μὲν τὰ λήμματα δαιμονίως χειμὼν πέφρασται, τινὰ δὲ νὴ Δία περιέχει τῆς ὕλης ἀδοξότερα, καὶ τοῦτο μὲν ἴσως ῾ζεσάσης δὲ τῆς θαλάσσης,᾿ ὡς τὸ ῾ζεσάσης᾿ πολὺ τὸ ὕψος περισπᾷ διὰ τὸ κακόστομον: ἀλλ̓ ῾ὁ ἄνεμος᾿ φησὶν ῾ἐκοπίασεν,᾿ καὶ τοὺς περὶ τὸ ναυάγιον δρασσομένους ἐξεδέχετο ῾τέλος ἀχάριστον.᾿ ἄσεμνον γὰρ τὸ κοπιάσαι ἰδιωτικόν, τὸ δ̓ ἀχάριστον τηλικούτου πάθους ἀνοίκειον. [2] ὁμοίως καὶ Θεόπομπος ὑπερφυῶς σκευάσας τὴν τοῦ Πέρσου κατάβασιν ἐπ̓ Αἴγυπτον ὀνοματίοις τισὶ τὰ ὅλα διέβαλεν. ῾ποία γὰρ πόλις ποῖον ἔθνος τῶν κατὰ τὴν Ἀσίαν οὐκ ἐπρεσβεύετο πρὸς βασιλέα; τί δὲ τῶν ἐκ τῆς γῆς γεννωμένων τῶν κατὰ τέχνην ἐπιτελουμένων καλῶν τιμίων οὐκ ἐκομίσθη δῶρον ὡς αὐτόν; οὐ πολλαὶ μὲν καὶ πολυτελεῖς στρωμναὶ καὶ χλανίδες τὰ μὲν ἁλουργῆ, τὰ δὲ ποικιλτά, τὰ δὲ λευκά, πολλαὶ δὲ σκηναὶ χρυσαῖ κατεσκευασμέναι πᾶσι τοῖς χρησίμοις, πολλαὶ δὲ καὶ ξυστίδες καὶ κλῖναι πολυτελεῖς; ἔτι δὲ καὶ κοῖλος ἄργυρος καὶ χρυσὸς ἀπειργασμένος καὶ ἐκπώματα καὶ κρατῆρες, ὧν τοὺς μὲν λιθοκολλήτους, τοὺς δ̓ ἄλλους ἀκριβῶς καὶ πολυτελῶς εἶδες ἂν ἐκπεπονημένους. πρὸς δὲ τούτοις ἀναρίθμητοι μὲν ὅπλων μυριάδες τῶν μὲν Ἑλληνικῶν, τῶν δὲ βαρβαρικῶν, ὑπερβάλλοντα δὲ τὸ πλῆθος ὑποζύγια καὶ πρὸς κατακοπὴν ἱερεῖα σιτευτά: καὶ πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δ̓ οἱ θύλακοι καὶ σάκκοι καὶ χάρται βυβλίων καὶ τῶν ἄλλων ἁπάντων χρησίμων: [p. 152] τοσαῦτα δὲ κρέα τεταριχευμένα παντοδαπῶν ἱερείων, ὡς σωροὺς αὐτῶν γενέσθαι τηλικούτους, ὥστε τοὺς προσιόντας πόρρωθεν ὑπολαμβάνειν ὄχθους εἶναι καὶ λόφους ἀντωθουμένους.᾿ [3] ἐκ τῶν ὑψηλοτέρων εἰς τὰ ταπεινότερα ἀποδιδράσκει, δέον ποιήσασθαι τὴν αὔξησιν ἔμπαλιν: ἀλλὰ τῇ θαυμαστῇ τῆς ὅλης παρασκευῆς ἀγγελίᾳ παραμίξας τοὺς θυλάκους καὶ τὰ ἀρτύματα καὶ τὰ σακκία μαγειρείου τινὰ φαντασίαν ἐποίησεν. ὥσπερ γὰρ εἴ τις ἐπ̓ αὐτῶν ἐκείνων τῶν προκοσμημάτων μεταξὺ τῶν χρυσίων καὶ λιθοκολλήτων κρατήρων καὶ ἀργύρου κοίλου σκηνῶν τε ὁλοχρύσων καὶ ἐκπωμάτων, φέρων μέσα ἔθηκεν θυλάκια καὶ σακκία, ἀπρεπὲς ἂν ἦν τῇ προσόψει τὸ ἔργον: οὕτω καὶ τῆς ἑρμηνείας τὰ τοιαῦτα ὀνόματα αἴσχη καὶ οἱονεὶ στίγματα καθίσταται παρὰ καιρὸν ἐγκαταταττόμενα. [4] παρέκειτο δ̓ ὡς ὁλοσχερῶς ἐπελθεῖν καὶ ὡς ὄχθους λέγει συμβεβλῆσθαι, καὶ περὶ τῆς ἄλλης παρασκευῆς οὕτως ἁμάξας εἰπεῖν καὶ καμήλους καὶ πλῆθος ὑποζυγίων φορταγωγούντων πάντα τὰ πρὸς τρυφὴν καὶ ἀπόλαυσιν τραπεζῶν χορηγήματα, σωροὺς ὀνομάσαι παντοίων σπερμάτων καὶ τῶν ἅπερ διαφέρει πρὸς ὀψοποιΐας καὶ ἡδυπαθείας, εἴπερ πάντως ἐβούλετο αὐτάρκη οὕτως θεῖναι, καὶ ὅσα τραπεζοκόμων εἰπεῖν καὶ ὀψοποιῶν ἡδύσματα. [5] οὐ γὰρ δεῖ καταντᾶν ἐν τοῖς ὕψεσιν εἰς τὰ ῥυπαρὰ καὶ ἐξυβρισμένα, ἂν μὴ σφόδρα ὑπό τινος ἀνάγκης συνδιωκώμεθα, ἀλλὰ τῶν πραγμάτων πρέποι ἂν καὶ τὰς φωνὰς ἔχειν ἀξίας καὶ μιμεῖσθαι τὴν δημιουργήσασαν φύσιν τὸν ἄνθρωπον ἥτις ἐν ἡμῖν τὰ μέρη τὰ ἀπόρρητα οὐκ ἔθηκεν ἐν προσώπῳ, οὐδὲ τὰ τοῦ [p. 154] παντὸς ὄγκου περιηθήματα, ἀπεκρύψατο δὲ ὡς ἐνῆν καὶ κατὰ τὸν Ξενοφῶντα τοὺς τούτων ὅτι πορρωτάτω ὀχετοὺς ἀπέστρεψεν, οὐδαμῆ καταισχύνασα τὸ τοῦ ὅλου ζῴου κάλλος. [6] Ἀλλὰ γὰρ οὐκ ἐπ̓ εἴδους ἐπείγει τὰ μικροποιὰ διαριθμεῖν: προϋποδεδειγμένων γὰρ τῶν ὅσα εὐγενεῖς καὶ ὑψηλοὺς ἐργάζεται τοὺς λόγους, δῆλον ὡς τὰ ἐναντία τούτων ταπεινοὺς ποιήσει κατὰ τὸ πλεῖστον καὶ ἀσχήμονας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: