previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θατέρου δὲ ὧν εἴπομεν, λέγω δὲ τοῦ ψυχροῦ, πλήρης Τίμαιος, ἀνὴρ τὰ μὲν ἄλλα ἱκανὸς καὶ πρὸς λόγων ἐνίοτε μέγεθος οὐκ ἄφορος, πολυΐστωρ, ἐπινοητικός: πλὴν ἀλλοτρίων μὲν ἐλεγκτικώτατος ἁμαρτημάτων, ἀνεπαίσθητος δὲ ἰδίων, ὑπὸ δὲ ἔρωτος τοῦ ξένας νοήσεις ἀεὶ κινεῖν πολλάκις ἐκπίπτων εἰς τὸ παιδαριωδέστατον. [2] παραθήσομαι δὲ τἀνδρὸς ἓν δύο, ἐπειδὴ τὰ πλείω προέλαβεν [p. 50] Κεκίλιος. ἐπαινῶν Ἀλέξανδρον τὸν μέγαν, ῾ὃς τὴν Ἀσίαν ὅλην̓ φησίν ῾ἐν ἐλάττοσι παρέλαβεν, ὅσοις τὸν ὑπὲρ τοῦ πρὸς Πέρσας πολέμου πανηγυρικὸν λόγον Ἰσοκράτης ἔγραψεν.᾿ θαυμαστή γε τοῦ Μακεδόνος πρὸς τὸν σοφιστὴν σύγκρισις: δῆλον γάρ, Τίμαιε, ὡς οἱ Λακεδαιμόνιοι διὰ τοῦτο πολὺ τοῦ Ἰσοκράτους κατ̓ ἀνδρίαν ἐλείποντο, ἐπειδὴ οἱ μὲν τριάκοντα ἔτεσι Μεσσήνην παρέλαβον, δὲ τὸν πανηγυρικὸν ἐν μόνοις δέκα συνετάξατο. [3] τοῖς δὲ Ἀθηναίοις ἁλοῦσι περὶ Σικελίαν τίνα τρόπον ἐπιφωνεῖ; ὅτι ῾εἰς τὸν Ἑρμῆν ἀσεβήσαντες καὶ περικόψαντες αὐτοῦ τὰ ἀγάλματα, διὰ τοῦτ̓ ἔδωκαν δίκην, οὐχ ἥκιστα δἰ ἕνα ἄνδρα, ὃς ἀπὸ τοῦ παρανομηθέντος διὰ πατέρων ἦν, Ἑρμοκράτη τὸν Ἕρμωνος.᾿ ὥστε θαυμάζειν με, Τερεντιανὲ ἥδιστε, πῶς οὐ καὶ εἰς Διονύσιον γράφει τὸν τύραννον: ἐπεὶ γὰρ εἰς τὸν Δία καὶ τὸν Ἡρακλέα δυσσεβὴς ἐγένετο, διὰ τοῦτ̓ αὐτὸν Δίων καὶ Ἡρακλείδης τῆς τυραννίδος ἀφείλοντο.᾿ [4] τί δεῖ περὶ Τιμαίου λέγειν, ὅπου γε καὶ οἱ ἥρωες ἐκεῖνοι, Ξενοφῶντα λέγω καὶ Πλάτωνα, καίτοιγε ἐκ τῆς Σωκράτους ὄντες παλαίστρας, ὅμως διὰ τὰ οὕτως μικροχαρῆ ποτε ἑαυτῶν ἐπιλανθάνονται; μέν γε ἐν τῇ Λακεδαιμονίων γράφει πολιτείᾳ: ῾ἐκείνων μὲν γοῦν ἧττον μὲν ἂν φωνὴν ἀκούσαις τῶν λιθίνων, ἧττον δ̓ ἂν ὄμματα στρέψαις τῶν χαλκῶν, αἰδημονεστέρους δ̓ ἂν αὐτοὺς ἡγήσαιο καὶ αὐτῶν τῶν ἐν τοῖς ὀφθαλμοῖς παρθένων.᾿ Ἀμφικράτει καὶ οὐ Ξενοφῶντι ἔπρεπε τὰς ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν κόρας λέγειν παρθένους αἰδήμονας. οἷον δὲ Ἡράκλεις τὸ τὰς ἁπάντων ἑξῆς κόρας αἰσχυντηλὰς εἶναι πεπεῖσθαι, ὅπου φασὶν οὐδενὶ οὕτως ἐνσημαίνεσθαι τήν τινων ἀναίδειαν ὡς ἐν τοῖς ὀφθαλμοῖς. [p. 52] οἰνοβαρές, κυνὸς ὄμματ̓ ἔχων̓ φησίν. [5] μέντοι Τίμαιος, ὡς φωρίου τινὸς ἐφαπτόμενος, οὐδὲ τοῦτο Ξενοφῶντι τὸ ψυχρὸν κατέλιπεν. φησὶ γοῦν ἐπὶ τοῦ Ἀγαθοκλέους καὶ τὸ ῾τὴν ἀνεψιὰν ἑτέρῳ δεδομένην ἐκ τῶν ἀνακαλυπτηρίων ἁρπάσαντα ἀπελθεῖν: τίς ἂν ἐποίησεν ἐν ὀφθαλμοῖς κόρας, μὴ πόρνας ἔχων;᾿ [6] τί δέ; τἆλλα θεῖος Πλάτων τὰς δέλτους θέλων εἰπεῖν γράψαντες᾿ φησὶν ῾ἐν τοῖς ἱεροῖς θήσουσι κυπαριττίνας μνήμας.᾿ καὶ πάλιν ῾περὶ δὲ τειχῶν, Μέγιλλε, ἐγὼ ξυμφεροίμην ἂν τῇ Σπάρτῃ τὸ καθεύδειν ἐᾶν τῇ γῇ κατακείμενα τὰ τείχη, καὶ μὴ ἐπανίστασθαι.᾿ [7] καὶ τὸ Ἡροδότειον οὐ πόρρω, τὸ φάναι τὰς καλὰς γυναῖκας ῾ἀλγηδόνας ὀφθαλμῶν.᾿ καίτοιγε ἔχει τινὰ παραμυθίαν, οἱ γὰρ παῤ αὐτῷ ταυτὶ λέγοντές εἰσιν οἱ βάρβαροι καὶ ἐν μέθῃ, ἀλλ̓ οὐδ̓ ἐκ τοιούτων προσώπων διὰ μικροψυχίαν καλὸν ἀσχημονεῖν πρὸς τὸν αἰῶνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: