previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πέμπτη μοῖρα τῶν συντελουσῶν εἰς τὸ ὕψος, ὧν γε ἐν ἀρχῇ προὐθέμεθα, ἔθ̓ ἡμῖν λείπεται, κράτιστε, [p. 142] διὰ τῶν λόγων αὐτὴ ποιὰ σύνθεσις. ὑπὲρ ἧς ἐν δυσὶν ἀποχρώντως ἀποδεδωκότες συντάγμασιν, ὅσα γε τῆς θεωρίας ἦν ἡμῖν ἐφικτά, τοσοῦτον ἐξ ἀνάγκης προσθείημεν ἂν εἰς τὴν παροῦσαν ὑπόθεσιν, ὡς οὐ μόνον ἐστὶ πειθοῦς καὶ ἡδονῆς ἁρμονία φυσικὸν ἀνθρώποις, ἀλλὰ καὶ μεγαληγορίας καὶ πάθους θαυμαστόν τι ὄργανον. [2] οὐ γὰρ αὐλὸς μὲν ἐντίθησίν τινα πάθη τοῖς ἀκροωμένοις καὶ οἷον ἔκφρονας καὶ κορυβαντιασμοῦ πλήρεις ἀποτελεῖ, καὶ βάσιν ἐνδούς τινα ῥυθμοῦ πρὸς ταύτην ἀναγκάζει βαίνειν ἐν ῥυθμῷ καὶ συνεξομοιοῦσθαι τῷ μέλει τὸν ἀκροατήν, κἂν ἄμουσος παντάπασι, καὶ νὴ Δία φθόγγοι κιθάρας, οὐδὲν ἁπλῶς σημαίνοντες, ταῖς τῶν ἤχων μεταβολαῖς καὶ τῇ πρὸς ἀλλήλους κρούσει καὶ μίξει τῆς συμφωνίας θαυμαστὸν ἐπάγουσι πολλάκις, ὡς ἐπίστασαι, θέλγητρον [3] ῾καίτοι ταῦτα εἴδωλα καὶ μιμήματα νόθα ἐστὶ πειθοῦς, οὐχὶ τῆς ἀνθρωπείας φύσεως, ὡς ἔφην, ἐνεργήματα γνήσιἀ, οὐκ οἰόμεθα δ̓ ἄρα τὴν σύνθεσιν, ἁρμονίαν τινὰ οὖσαν λόγων ἀνθρώποις ἐμφύτων καὶ τῆς ψυχῆς αὐτῆς, οὐχὶ τῆς ἀκοῆς μόνης ἐφαπτομένων, ποικίλας κινοῦσαν ἰδέας ὀνομάτων νοήσεων πραγμάτων κάλλους εὐμελείας, πάντων ἡμῖν ἐντρόφων καὶ συγγενῶν, καὶ ἅμα τῇ μίξει καὶ πολυμορφίᾳ τῶν ἑαυτῆς φθόγγων τὸ παρεστὼς τῷ λέγοντι πάθος εἰς τὰς ψυχὰς τῶν πέλας παρεισάγουσαν καὶ εἰς μετουσίαν αὐτοῦ τοὺς ἀκούοντας ἀεὶ καθιστᾶσαν, τῇ τε τῶν λέξεων ἐποικοδομήσει τὰ μεγέθη συναρμόζουσαν, δἰ αὐτῶν τούτων κηλεῖν τε ὁμοῦ, καὶ πρὸς ὄγκον τε καὶ ἀξίωμα καὶ ὕψος καὶ πᾶν ἐν [p. 144] αὑτῇ περιλαμβάνει καὶ ἡμᾶς ἑκάστοτε συνδιατιθέναι, παντοίως ἡμῶν τῆς διανοίας ἐπικρατοῦσαν; ἀλλ̓ εἰ καὶ μανία τὸ περὶ τῶν οὕτως ὁμολογουμένων διαπορεῖν, ἀποχρῶσα γὰρ πεῖρα πίστις, [4] ὑψηλόν γέ που δοκεῖ νόημα καὶ ἔστι τῷ ὄντι θαυμάσιον, τῷ ψηφίσματι Δημοσθένης ἐπιφέρει: ῾τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος:᾿ ἀλλ̓ αὐτῆς τῆς διανοίας οὐκ ἔλαττον τῇ ἁρμονίᾳ πεφώνηται: ὅλον τε γὰρ ἐπὶ τῶν δακτυλικῶν εἴρηται ῥυθμῶν: εὐγενέστατοι δ̓ οὗτοι καὶ μεγεθοποιοί, διὸ καὶ τὸ ἡρῷον, ὧν ἴσμεν κάλλιστον, μέτρον συνιστᾶσι: τό τε ἐπείτοιγε ἐκ τῆς ἰδίας αὐτὸ χώρας μετάθες, ὅποι δὴ ἐθέλεις, ῾τοῦτο τὸ ψήφισμα, ὥσπερ νέφος, ἐποίησε τὸν τότε κίνδυνον παρελθεῖν,᾿ νὴ Δία μίαν ἀπόκοψον συλλαβὴν μόνον ῾ἐποίησε παρελθεῖν ὡς νέφος,᾿ καὶ εἴσῃ πόσον ἁρμονία τῷ ὕψει συνηχεῖ. αὐτὸ γὰρ τὸ ῾ὥσπερ νέφος᾿ ἐπὶ μακροῦ τοῦ πρώτου ῥυθμοῦ βέβηκε, τέρασι καταμετρουμένου χρόνοις: ἐξαιρεθείσης δὲ τῆς μιᾶς συλλαβῆς ῾ὡς νέφος᾿ εὐθὺς ἀκρωτηριάζει τῇ συγκοπῇ τὸ μέγεθος, ὡς ἔμπαλιν, ἐὰν ἐπεκτείνῃς ῾παρελθεῖν ἐποίησεν ὡσπερεὶ νέφος,᾿ τὸ αὐτὸ σημαίνει, οὐ τὸ αὐτὸ δὲ ἔτι προσπίπτει, ὅτι τῷ μήκει τῶν ἄκρων χρόνων συνεκλύεται καὶ διαχαλᾶται τὸ ὕψος τὸ ἀπότομον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: