previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

... στοι καὶ αἱ τοιαῦται: ῾εἰ μὴ τὸν ἐγκέφαλον ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.᾿ διόπερ εἰδέναι χρὴ τὸ μέχρι ποῦ παροριστέον ἕκαστον: τὸ γὰρ ἐνίοτε περαιτέρω προεκπίπτειν ἀναιρεῖ τὴν ὑπερβολὴν καὶ τὰ τοιαῦτα ὑπερτεινόμενα χαλᾶται, ἔσθ̓ ὅτε δὲ καὶ εἰς ὑπεναντιώσεις ἀντιπεριΐσταται. [2] γοῦν Ἰσοκράτης οὐκ οἶδ̓ ὅπως παιδὸς πρᾶγμα ἔπαθεν διὰ τὴν τοῦ πάντα αὐξητικῶς ἐθέλειν λέγειν φιλοτιμίαν. ἔστι μὲν γὰρ ὑπόθεσις αὐτῷ τοῦ Πανηγυρικοῦ λόγου, ὡς Ἀθηναίων πόλις ταῖς εἰς τοὺς Ἕλληνας εὐεργεσίαις ὑπερβάλλει τὴν Λακεδαιμονίων, δ̓ εὐθὺς ἐν τῇ εἰσβολῇ ταῦτα τίθησιν: ῾ἔπειθ̓ οἱ λόγοι τοσαύτην ἔχουσι δύναμιν, ὥσθ̓ οἷόν τ̓ εἶναι καὶ τὰ μεγάλα ταπεινὰ ποιῆσαι καὶ τοῖς μικροῖς περιθεῖναι μέγεθος, καὶ τὰ παλαιὰ καινῶς εἰπεῖν καὶ περὶ τῶν νεωστὶ γεγενημένων ἀρχαίως διελθεῖν.᾿ οὐκοῦν, φησί τις, Ἰσόκρατες, οὕτως μέλλεις καὶ τὰ περὶ Λακεδαιμονίων καὶ Ἀθηναίων ἐναλλάττειν; σχεδὸν γὰρ τὸ τῶν λόγων ἐγκώμιον ἀπιστίας τῆς καθ̓ αὑτοῦ τοῖς ἀκούουσι παράγγελμα καὶ προοίμιον ἐξέθηκε. [3] μήποτ̓ οὖν ἄρισται τῶν ὑπερβολῶν, ὡς καὶ ἐπὶ τῶν σχημάτων προείπομεν, αἱ αὐτὸ τοῦτο διαλανθάνουσαι ὅτι εἰσὶν ὑπερβολαί. γίνεται δὲ τὸ τοιόνδε, ἐπειδὰν ὑπὸ ἐκπαθείας μεγέθει τινὶ [p. 140] συνεκφωνῶνται περιστάσεως, ὅπερ Θουκυδίδης ἐπὶ τῶν ἐν Σικελίᾳ φθειρομένων ποιεῖ. ῾οἵ τε γὰρ Συρακούσιοἰ φησὶν ῾ἐπικαταβάντες τοὺς ἐν τῷ ποταμῷ μάλιστα ἔσφαζον, καὶ τὸ ὕδωρ εὐθὺς διέφθαρτο: ἀλλ̓ οὐδὲν ἧσσον ἐπίνετο ὁμοῦ τῷ πηλῷ ᾑματωμένον καὶ τοῖς πολλοῖς ἔτι ἦν περιμάχητον.᾿ αἷμα καὶ πηλὸν πινόμενα ὅμως εἶναι περιμάχητα ἔτι ποιεῖ πιστὸν τοῦ πάθους ὑπεροχὴ καὶ περίστασις. [4] καὶ τὸ Ἡροδότειον ἐπὶ τῶν ἐν Θερμοπύλαις ὅμοιον. ῾ἐν τούτᾠ φησὶν ἀλεξομένους μαχαίρῃσιν, ὅσοις αὐτῶν ἔτι ἐτύγχανον περιοῦσαι, καὶ χερσὶ καὶ στόμασι, κατέχωσαν οἱ βάρβαροι.᾿ ἐνταῦθ̓, οἷόν ἐστι τὸ καὶ στόμασι μάχεσθαι πρὸς ὡπλισμένους καὶ ὁποῖόν τι τὸ κατακεχῶσθαι βέλεσιν, ἐρεῖς, πλὴν ὁμοίως ἔχει πίστιν: οὐ γὰρ τὸ πρᾶγμα ἕνεκα τῆς ὑπερβολῆς παραλαμβάνεσθαι δοκεῖ, ὑπερβολὴ δ̓ εὐλόγως γεννᾶσθαι πρὸς τοῦ πράγματος. [5] ἔστι γάρ, ὡς οὐ διαλείπω λέγων, παντὸς τολμήματος λεκτικοῦ λύσις καὶ πανάκειά τις τὰ ἐγγὺς ἐκστάσεως ἔργα καὶ πάθη: ὅθεν καὶ τὰ κωμικὰ καίτοιγ̓ εἰς ἀπιστίαν ἐκπίπτοντα πιθανὰ διὰ τὸ γελοῖον: ἀγρὸν ἔσχ̓ ἐλάττω γῆν ἔχοντ̓ ἐπιστολῆς. καὶ γὰρ γέλως πάθος ἐν ἡδονῇ. [6] αἱ δ̓ ὑπερβολαὶ καθάπερ ἐπὶ τὸ μεῖζον, οὕτως καὶ ἐπὶ τοὔλαττον, ἐπειδὴ κοινὸν ἀμφοῖν ἐπίτασις: καί πως διασυρμὸς ταπεινότητός ἐστιν αὔξησις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: