previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐπειδὴ μέντοι τοῦ λόγου νόησις τε φράσις τὰ πλείω δἰ ἑκατέρου διέπτυκται, ἴθι δή, ἂν τοῦ φραστικοῦ μέρους τινα λοιπὰ ἔτι, προσεπιθεασώμεθα. ὅτι μὲν τοίνυν τῶν κυρίων καὶ μεγαλοπρεπῶν ὀνομάτων ἐκλογὴ θαυμαστῶς ἄγει καὶ κατακηλεῖ τοὺς ἀκούοντας, καὶ ὡς πᾶσι τοῖς ῥήτορσι καὶ συγγραφεῦσι κατ̓ ἄκρον ἐπιτήδευμα, μέγεθος ἅμα κάλλος εὐπίνειαν βάρος ἰσχὺν κράτος, ἔτι δὲ τἆλλα ἂν ὦσί τινα τοῖς λόγοις ὥσπερ ἀγάλμασι καλλίστοις δἰ αὑτῆς ἐπανθεῖν παρασκευάζουσα καὶ οἱονεὶ ψυχήν τινα τοῖς πράγμασι φωνητικὴν ἐντιθεῖσα, μὴ καὶ περιττὸν πρὸς εἰδότας διεξιέναι. φῶς γὰρ τῷ ὄντι ἴδιον τοῦ νοῦ τὰ καλὰ ὀνόματα. [2] μέντοι γε ὄγκος αὐτῶν οὐ πάντη χρειώδης, ἐπεὶ τοῖς μικροῖς πραγματίοις περιτιθέναι μεγάλα καὶ σεμνὰ ὀνόματα ταὐτὸν ἂν φαίνοιτο, ὡς εἴ τις τραγικὸν προσωπεῖον μέγα παιδὶ περιθείη νηπίῳ, πλὴν ἐν μὲν ποιήσει καὶ ... δεσΩντ θΩατΩορ φολια

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: