previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἔτι γε μὴν ἔσθ̓ ὅτε περὶ προσώπου διηγούμενος συγγραφεὺς ἐξαίφνης παρενεχθεὶς εἰς τὸ αὐτὸ πρόσωπον ἀντιμεθίσταται, καὶ ἔστι τὸ τοιοῦτον εἶδος ἐκβολή τις πάθους. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας, νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ̓ ἔναρα βροτόεντα. ὃν δ̓ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἐθέλοντα νοήσω, αὐτοῦ οἱ θάνατον μητίσομαι. οὐκοῦν τὴν μὲν διήγησιν ἅτε πρέπουσαν ποιητὴς προσῆψεν ἑαυτῷ, τὴν δ̓ ἀπότομον ἀπειλὴν τῷ θυμῷ τοῦ ἡγεμόνος ἐξαπίνης οὐδὲν προδηλώσας περιέθηκεν: ἐψύχετο γάρ, εἰ παρενετίθει: ῾ἔλεγε δὲ τοῖά τινα καὶ τοῖα Ἕκτωρ:᾿ νυνὶ δ̓ ἔφθακεν ἄφνω τὸν μεταβαίνοντα τοῦ λόγου μετάβασις. [2] διὸ καὶ πρόχρησις τοῦ σχήματος τότε, ἡνίκα ὀξὺς καιρὸς ὢν διαμέλλειν τῷ γράφοντι μὴ διδῷ, ἀλλ̓ εὐθὺς ἐπαναγκάζῃ μεταβαίνειν ἐκ προσώπων εἰς πρόσωπα, ὡς καὶ παρὰ τῷ Ἑκαταίῳ: ῾Κῆϋξ δὲ ταῦτα δεινὰ ποιούμενος αὐτίκα ἐκέλευε τοὺς Ἡρακλείδας ἐπιγόνους ἐκχωρεῖν: οὐ γὰρ ὑμῖν δυνατός εἰμι ἀρήγειν. ὡς μὴ ὦν αὐτοί τε ἀπόλησθε κἀμὲ τρώσητε, ἐς ἄλλον τινὰ δῆμον ἀποίχεσθαι.᾿ [3] μὲν γὰρ Δημοσθένης κατ̓ ἄλλον τινὰ τρόπον ἐπὶ τοῦ Ἀριστογείτονος ἐμπαθὲς τὸ πολυπρόσωπον καὶ ἀγχίστροφον παρέστακεν. ῾καὶ οὐδεὶς ὑμῶν χολὴν̓ φησὶν ῾οὐδ̓ ὀργὴν ἔχων εὑρεθήσεται, ἐφ̓ οἷς βδελυρὸς οὗτος καὶ ἀναιδὴς βιάζεται; ὅς, μιαρώτατε ἁπάντων, κεκλειμένης σοι τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, καὶ παρανοίξειεν ἄν τις᾿ ἐν ἀτελεῖ τῷ νῷ [p. 114] ταχὺ διαλλάξας καὶ μόνον οὐ μίαν λέξιν διὰ τὸν θυμὸν εἰς δύο διασπάσας πρόσωπα ῾ὅς, μιαρώτατε,᾿ εἶτα πρὸς τὸν Ἀριστογείτονα τὸν λόγον ἀποστρέψας καὶ ἀπολιπεῖν δοκῶν, ὅμως διὰ τοῦ πάθους πολὺ πλέον ἐπέστρεψεν. [4] οὐκ ἄλλως Πηνελόπη, κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί; εἰπέμεναι δμωῇσιν Ὀδυσσῆος θείοιο ἔργων παύσασθαι, σφίσι δ̓ αὐτοῖς δαῖτα πένεσθαι; μὴ μνηστεύσαντες, μηδ̓ ἄλλοθ̓ ὁμιλήσαντες, ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν, οἳ θάμ̓ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν, κτῆσιν Τηλεμάχοιο δαΐφρονος: οὐδέ τι πατρῶν ὑμετέρων τῶν πρόσθεν ἀκούετε παῖδες ἐόντες, οἷος Ὀδυσσεὺς ἔσκε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: