previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐναγώνιος δ̓ ὁμοίως καὶ τῶν προσώπων ἀντιμετάθεσις καὶ πολλάκις ἐν μέσοις τοῖς κινδύνοις ποιοῦσα τὸν ἀκροατὴν δοκεῖν στρέφεσθαι: φαίης κ̓ ἀκμῆτας καὶ ἀτειρέας ἄντεσθ̓ ἐν πολέμῳ: ὣς ἐσσυμένως ἐμάχοντο. καὶ Ἄρατος μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ. [2] ὧδέ που καὶ Ἡρόδοτος: ῾ἀπὸ δὲ Ἐλεφαντίνης πόλεως ἄνω πλεύσεαι, καὶ ἔπειτα ἀφίξῃ ἐς πεδίον λεῖον: διεξελθὼν δὲ τοῦτο τὸ χωρίον αὖθις εἰς ἕτερον πλοῖον ἐμβὰς πλεύσεαι δὔ ἡμέρας, ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην, ὄνομα Μερόη.᾿ ὁρᾷς, ἑταῖρε, ὡς παραλαβών σου τὴν ψυχὴν διὰ τῶν τόπων ἄγει τὴν ἀκοὴν ὄψιν ποιῶν; πάντα δὲ τὰ τοιαῦτα πρὸς αὐτὰ ἀπερειδόμενα τὰ πρόσωπα ἐπ̓ αὐτῶν ἵστησι τὸν ἀκροατὴν τῶν ἐνεργουμένων. [3] καὶ ὅταν ὡς οὐ πρὸς ἅπαντας, ἀλλ̓ ὡς πρὸς μόνον τινὰ λαλῇς, Τυδείδην δ̓ οὐκ ἂν γνοίης, ποτέροισι μετείη, ἐμπαθέστερόν τε αὐτὸν ἅμα καὶ προσεκτικώτερον καὶ ἀγῶνος ἔμπλεων ἀποτελέσεις, ταῖς εἰς ἑαυτὸν προσφωνήσεσιν ἐξεγειρόμενον. [p. 112]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: