previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τῆς δὲ αὐτῆς ἰδέας καὶ τὰ ὑπερβατὰ θετέον. ἔστι δὲ λέξεων νοήσεων ἐκ τοῦ κατ̓ ἀκολουθίαν κεκινημένη τάξις καὶ οἱονεὶ χαρακτὴρ ἐναγωνίου πάθους ἀληθέστατος. ὡς γὰρ οἱ τῷ ὄντι ὀργιζόμενοι φοβούμενοι ἀγανακτοῦντες ὑπὸ ζηλοτυπίας ὑπὸ ἄλλου τινὸς ῾πολλὰ γὰρ καὶ ἀναρίθμητα πάθη καὶ οὐδ̓ ἂν εἰπεῖν τις ὁπόσα δύναιτὀ, ἑκάστοτε παραπίπτοντες ἄλλα προθέμενοι πολλάκις ἐπ̓ ἄλλα μεταπηδῶσι, μέσα τινὰ παρεμβαλόντες ἀλόγως, εἶτ̓ αὖθις ἐπὶ τὰ πρῶτα ἀνακυκλοῦντες καὶ πάντη πρὸς τῆς ἀγωνίας, ὡς ὑπ̓ ἀστάτου πνεύματος, τῇδε κἀκεῖσε ἀγχιστρόφως ἀντισπώμενοι τὰς λέξεις τὰς νοήσεις τὴν ἐκ τοῦ κατὰ φύσιν εἱρμοῦ παντοίως πρὸς μυρίας τροπὰς ἐναλλάττουσι τάξιν: οὕτω παρὰ τοῖς ἀρίστοις συγγραφεῦσι διὰ τῶν ὑπερβατῶν μίμησις ἐπὶ τὰ τῆς φύσεως ἔργα φέρεται. τότε γὰρ τέχνη τέλειος, ἡνίκ̓ ἂν φύσις εἶναι δοκῇ, δ̓ αὖ φύσις ἐπιτυχής, ὅταν λανθάνουσαν περιέχῃ τὴν τέχνην: ὥσπερ λέγει Φωκαεὺς Διονύσιος παρὰ τῷ Ἡροδότῳ: ῾ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν [p. 104] τὰ πράγματα, ἄνδρες Ἴωνες, εἶναι ἐλευθέροις δούλοις, καὶ τούτοις ὡς δραπέτῃσιν. νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέχεσθαι, παραχρῆμα μὲν πόνος ὑμῖν, οἷοί τε δὲ ἔσεσθε ὑπερβαλέσθαι τοὺς πολεμίους.᾿ [2] ἐνταῦθ̓ ἦν τὸ κατὰ τάξιν: ῾ὦ ἄνδρες Ἴωνες, νῦν καιρός ἐστιν ὑμῖν πόνους ἐπιδέχεσθαι: ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πράγματα.᾿ δὲ τὸ μὲν ῾ἄνδρες Ἴωνες᾿ ὑπερεβίβασεν: προεισέβαλεν οὖν εὐθὺς ἀπὸ τοῦ φόβου, ὡς μηδ̓ ἀρχὴν φθάνων πρὸς τὸ ἐφεστὼς δέος προσαγορεῦσαι τοὺς ἀκούοντας: ἔπειτα δὲ τὴν τῶν νοημάτων ἀπέστρεψε τάξιν. πρὸ γὰρ τοῦ φῆσαι ὅτι αὐτοὺς δεῖ πονεῖν ῾τοῦτο γάρ ἐστιν παρακελεύεταἰ, ἔμπροσθεν ἀποδίδωσι τὴν αἰτίαν, δἰ ἣν πονεῖν δεῖ, ῾ἐπὶ ξυροῦ ἀκμῆς᾿ φήσας ῾ἔχεται ἡμῖν τὰ πράγματα:᾿ ὡς μὴ δοκεῖν ἐσκεμμένα λέγειν, ἀλλ̓ ἠναγκασμένα. [3] ἔτι δὲ μᾶλλον Θουκυδίδης καὶ τὰ φύσει πάντως ἡνωμένα καὶ ἀδιανέμητα ὅμως ταῖς ὑπερβάσεσιν ἀπ̓ ἀλλήλων ἄγειν δεινότατος. δὲ Δημοσθένης οὐχ οὕτως μὲν αὐθάδης ὥσπερ οὗτος, πάντων δ̓ ἐν τῷ γένει τούτῳ κατακορέστατος, καὶ πολὺ τὸ ἀγωνιστικὸν ἐκ τοῦ ὑπερβιβάζειν καὶ ἔτι νὴ Δία τὸ ἐξ ὑπογύου λέγειν συνεμφαίνων, καὶ πρὸς τούτοις εἰς τὸν κίνδυνον τῶν μακρῶν ὑπερβατῶν τοὺς ἀκούοντας συνεπισπώμενος: [4] πολλάκις γὰρ τὸν νοῦν, ὃν ὥρμησεν εἰπεῖν, ἀνακρεμάσας καὶ μεταξὺ ὡς εἰς ἀλλόφυλον καὶ ἀπεοικυῖαν τάξιν, ἄλλ̓ ἐπ̓ ἄλλοις διὰ μέσου καὶ ἔξωθέν ποθεν ἐπεισκυκλῶν, εἰς φόβον ἐμβαλὼν τὸν ἀκροατὴν ὡς ἐπὶ παντελεῖ νοῦ λόγου διαπτώσει, καὶ συναποκινδυνεύειν ὑπ̓ ἀγωνίας τῷ λέγοντι συναναγκάσας, εἶτα παραλόγως διὰ μακροῦ τὸ πάλαι ζητούμενον εὐκαίρως ἐπὶ τέλει που προσαποδούς, αὐτῷ τῷ κατὰ τὰς ὑπερβάσεις [p. 106] παραβόλῳ καὶ ἀκροσφαλεῖ πολὺ μᾶλλον ἐκπλήττει. φειδὼ δὲ τῶν παραδειγμάτων ἔστω διὰ τὸ πλῆθος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: