previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄκρως δὲ καὶ ἐπὶ ταὐτὸ σύνοδος τῶν σχημάτων εἴωθε κινεῖν, ὅταν δύο τρία οἷον κατὰ συμμορίαν ἀνακιρνάμενα ἀλλήλοις ἐρανίζῃ τὴν ἰσχὺν τὴν πειθὼ τὸ κάλλος, ὁποῖα καὶ τὰ εἰς τὸν Μειδίαν, ταῖς ἀναφοραῖς ὁμοῦ καὶ τῇ διατυπώσει συναναπεπλεγμένα τὰ ἀσύνδετα. ῾πολλὰ γὰρ ἂν ποιήσειεν τύπτων, ὧν παθὼν ἔνια οὐδ̓ ἂν ἀπαγγεῖλαι δύναιτο ἑτέρῳ, τῷ σχήματι τῷ βλέμματι τῇ φωνῇ.᾿ [2] εἶθ̓ ἵνα μὴ ἐπὶ τῶν αὐτῶν λόγος ἰὼν στῇ ῾ἐν στάσει γὰρ τὸ ἠρεμοῦν, ἐν ἀταξίᾳ δὲ τὸ πάθος, ἐπεὶ φορὰ ψυχῆς καὶ συγκίνησίς ἐστιν̓, εὐθὺς ἐπ̓ ἄλλα μεθήλατο ἀσύνδετα καὶ ἐπαναφοράς: ῾τῷ σχήματι τῷ βλέμματι τῇ φωνῇ, ὅταν ὡς ὑβρίζων, ὅταν ὡς ἐχθρός, ὅταν κονδύλοις, ὅταν ὡς δοῦλον.᾿ οὐδὲν ἄλλο διὰ τούτων ῥήτωρ ὅπερ τύπτων ἐργάζεται, τὴν διάνοιαν τῶν δικαστῶν τῇ ἐπαλλήλῳ πλήττει φορᾷ. [3] εἶτ̓ ἐντεῦθεν πάλιν ὡς αἱ καταιγίδες, ἄλλην ποιούμενος ἐμβολὴν ῾ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρης᾿ φησί: ῾ταῦτα κινεῖ, ταῦτα ἐξίστησιν ἀνθρώπους, ἀήθεις ὄντας τοῦ προπηλακίζεσθαι: οὐδεὶς ἂν ταῦτα ἀπαγγέλλων δύναιτο τὸ δεινὸν παραστῆσαι.᾿ οὐκοῦν τὴν μὲν φύσιν τῶν ἐπαναφορῶν καὶ ἀσυνδέτων πάντη φυλάττει τῇ συνεχεῖ μεταβολῇ: οὕτως αὐτῷ καὶ τάξις ἄτακτον καὶ ἔμπαλιν ἀταξία ποιὰν περιλαμβάνει τάξιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: