previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φέρε νῦν, εἴ τι καὶ ἕτερον ἔχοιμεν ὑψηλοὺς ποιεῖν τοὺς λόγους δυνάμενον, ἐπισκεψώμεθα. οὐκοῦν ἐπειδὴ πᾶσι τοῖς πράγμασι φύσει συνεδρεύει τινὰ μόρια ταῖς ὕλαις συνυπάρχοντα, ἐξ ἀνάγκης γένοιτ̓ ἂν ἡμῖν ὕψους αἴτιον τὸ τῶν ἐμφερομένων ἐκλέγειν ἀεὶ τὰ καιριώτατα καὶ ταῦτα τῇ πρὸς ἄλληλα ἐπισυνθέσει καθάπερ ἕν τι σῶμα ποιεῖν δύνασθαι. μὲν γὰρ τῇ ἐκλογῇ τὸν ἀκροατὴν τῶν λημμάτων, δὲ τῇ πυκνώσει τῶν ἐκλελεγμένων προσάγεται. οἷον Σαπφὼ τὰ συμβαίνοντα ταῖς ἐρωτικαῖς μανίαις παθήματα ἐκ τῶν παρεπομένων καὶ ἐκ τῆς ἀληθείας αὐτῆς ἑκάστοτε λαμβάνει. ποῦ δὲ τὴν ἀρετὴν ἀποδείκνυται; ὅτε τὰ ἄκρα αὐτῶν καὶ ὑπερτεταμένα δεινὴ καὶ ἐκλέξαι καὶ εἰς ἄλληλα συνδῆσαι. [p. 70] [2] φαίνεταί μοι κῆνος ἴσος θεοῖσιν ἔμμεν ὡνήρ, ὅστις ἐναντίος τοι ἱζάνει, καὶ πλησίον ἁδὺ φωνεύσας ὑπακούει καὶ γελαίσας ἱμερόεν, τό μοι μὰν καρδίαν ἐν στήθεσιν ἐπτόασεν. ὥς σε γὰρ ἴδω βροχέως με φωνᾶς οὐδὲν ἔτ̓ εἴκει: ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε: λεπτὸν δ̓ αὐτίκα χρῶ πῦρ ὑπαδεδρόμακεν: ὀππάτεσσι δ̓ οὐδὲν ὅρημ̓, ἐπιρρόμβεισι δ̓ ἄκουαι: κὰδ δέ μ̓ ἱδρὼς κακχέεται, τρόμος δὲ παῖσαν ἀγρεῖ, χλωροτέρα δὲ ποίας ἐμμί: τεθνάκην δ̓ ὀλίγω ᾿πιδεύην φαίνομαι. ἀλλὰ πᾶν τολματόν, ἐπεὶ καὶ πένητα [3] οὐ θαυμάζεις, ὡς ὑπὸ τὸ αὐτὸ τὴν ψυχὴν τὸ σῶμα τὰς ἀκοὰς τὴν γλῶσσαν τὰς ὄψεις τὴν χρόαν, πάνθ̓ ὡς ἀλλότρια διοιχόμενα ἐπιζητεῖ καὶ καθ̓ ὑπεναντιώσεις ἅμα ψύχεται κᾴεται, ἀλογιστεῖ φρονεῖ; γὰρ φοβεῖται παῤ ὀλίγον τέθνηκεν: ἵνα μὴ ἕν τι περὶ αὐτὴν πάθος φαίνηται, παθῶν δὲ σύνοδος. πάντα μὲν τοιαῦτα γίνεται περὶ τοὺς ἐρῶντας, λῆψις δ̓ ὡς ἔφην τῶν ἄκρων καὶ εἰς ταὐτὸ συναίρεσις ἀπειργάσατο τὴν ἐξοχήν: ὅνπερ οἶμαι καὶ ἐπὶ τῶν χειμώνων τρόπον ποιητὴς ἐκλαμβάνει [p. 72] τῶν παρακολουθούντων τὰ χαλεπώτατα. [4] μὲν γὰρ τὰ Ἀριμάσπεια ποιήσας ἐκεῖνα οἴεται δεινά: θαῦμ̓ ἡμῖν καὶ τοῦτο μέγα φρεσὶν ἡμετέρῃσιν. ἄνδρες ὕδωρ ναίουσιν ἀπὸ χθονὸς ἐν πελάγεσσι: δύστηνοί τινές εἰσιν, ἔχουσι γὰρ ἔργα πονηρά, ὄμματ̓ ἐν ἄστροισι, ψυχὴν δ̓ ἐνὶ πόντῳ ἔχουσιν. που πολλὰ θεοῖσι φίλας ἀνὰ χεῖρας ἔχοντες εὔχονται σπλάγχνοισι κακῶς ἀναβαλλομένοισι. παντὶ οἶμαι δῆλον, ὡς πλέον ἄνθος ἔχει τὰ λεγόμενα δέος. [5] δὲ Ὅμηρος πῶς; ἓν γὰρ ἀπὸ πολλῶν λεγέσθω: ἐν δ̓ ἔπες᾿, ὥς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές, δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτης ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται δειδιότες: τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται. [6] ἐπεχείρησε καὶ Ἄρατος τὸ αὐτὸ τοῦτο μετενεγκεῖν, ὀλίγον δὲ διὰ ξύλον ἄϊδ̓ ρύκει: πλὴν μικρὸν αὐτὸ καὶ γλαφυρὸν ἐποίησεν ἀντὶ φοβεροῦ: ἔτι δὲ παρώρισε τὸν κίνδυνον, εἰπών, ῾ξύλον ἄϊδ̓ ἀπείργει.᾿ οὐκοῦν ἀπείργει. δὲ ποιητὴς οὐκ εἰς ἅπαξ παρορίζει τὸ δεινόν, ἀλλὰ τοὺς ἀεὶ καὶ μόνον οὐχὶ κατὰ πᾶν κῦμα πολλάκις ἀπολλυμένους εἰκονογραφεῖ. καὶ μὴν τὰς προθέσεις ἀσυνθέτους οὔσας συναναγκάσας παρὰ φύσιν καὶ εἰς ἀλλήλας συμβιασάμενος ὑπὲκ θανάτοιὀ τῷ μὲν συνεμπίπτοντι πάθει τὸ ἔπος ὁμοίως ἐβασάνισεν, τῇ δὲ [p. 74] τοῦ ἔπους συνθλίψει τὸ πάθος ἄκρως ἀπεπλάσατο καὶ μόνον οὐκ ἐνετύπωσε τῇ λέξει τοῦ κινδύνου τὸ ἰδίωμα ῾ὑπὲκ θανάτοιο φέρονται.᾿ [7] οὐκ ἄλλως Ἀρχίλοχος ἐπὶ τοῦ ναυαγίου, καὶ ἐπὶ τῇ προσαγγελίᾳ Δημοσθένης: ῾ἑσπέρα μὲν γὰρ ἦν,᾿ φησίν: ἀλλὰ τὰς ἐξοχὰς ὡς ἂν εἴποι τις ἀριστίνδην ἐκκαθήραντες ἐπισυνέθηκαν, οὐδὲν φλοιῶδες ἄσεμνον σχολικὸν ἐγκατατάττοντες διὰ μέσου. λυμαίνεται γὰρ ταῦτα τὸ ὅλον ὡσανεὶ ψύγματα ἀραιώματα ἐμποιοῦντα ἐς μεγέθη συνοικονομούμενα τῇ πρὸς ἄλληλα σχέσει συντετειχισμένα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • E. T. Merrill, Commentary on Catullus, 51
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: