previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς τοὺς ἐπὶ τῷ ἐλεεῖσθαι ὀδυνωμένους.

ἀνιῶμαι, φησίν, ἐλεούμενος. — πότερον οὖν σὸν ἔργον ἐστὶ τὸ ἐλεεῖσθαί σε τῶν ἐλεούντων; τί δ᾽; ἐπὶ σοί ἐστι τὸ παῦσαι αὐτό; — ἐπ᾽ ἐμοί, ἂν δεικνύω αὐτοῖς μῆ ἄξιον ἐλέου ὄντα ἐμαυτόν. [2]πότερον δ᾽ ἤδη σοι ὑπάρχει τοῦτο, τὸ μὴ εἶναι ἐλέου ἄξιον οὐχ ὑπάρχει; — δοκῶ ἔγωγε, ὅτι ὑπάρχει. ἀλλ᾽ οὗτοί γ᾽ οὐκ ἐπὶ τούτοις ἐλεοῦσιν, ἐφ᾽ οἷς, εἴπερ ἄρα, ἦν ἄξιον, ἐπὶ τοῖς ἁμαρτανομένοις, ἀλλ᾽ ἐπὶ πενίᾳ καὶ ἀναρχίᾳ καὶ νόσοις καὶ θανάτοις καὶ ἄλλοις τοιούτοις. [3]πότερον οὖν πείθειν παρεσκεύασαι τοὺς πολλούς, ὡς ἄρα οὐδὲν τούτων κακόν ἐστιν, ἀλλ᾽ οἷόν τε καὶ πένητι καὶἄρχοντι καὶ ἀτίμῳ εὐδαιμονεῖν, σαυτὸν ἐπιδεικνύειν αὐτοῖς πλουτοῦντα καὶ ἄρχοντα; [4] τούτων γὰρ τὰ μὲν δεύτερα ἀλαζόνος καὶ ψυχροῦ καὶ οὐδενὸς ἀξίου. καὶ προσποίησις ὅρα δι᾽ οἵων ἂν γένοιτο: δουλάριά σε χρήσασθαι δεήσει καὶ ἀργυρωμάτια ὀλίγα κεκτῆσθαι καὶ ταῦτα ἐν φανερῷ δεικνύειν, εἰ οἷόν τε, ταὐτὰ πολλάκις καὶ λανθάνειν πειρᾶσθαι ὅτι ταὐτά ἐστιν, καὶ ἱματίδια στιλπνὰ καὶ τὴν ἄλλην πομπὴν καὶ τὸν τιμώμενον ἐπιφαίνειν ὑπὸ τῶν ἐπιφανῶν τούτων καὶ δειπνεῖν πειρᾶσθαι παρ᾽ αὐτοῖς δοκεῖν γε, ὅτι δειπνεῖς, καὶ περὶ τὸ σῶμα δέ τινα κακοτεχνεῖν, ὡς εὐμορφότερον φαίνεσθαι καὶ γενναιότερον τοῦ ὄντος: [5] ταῦτά σε δεῖ μηχανᾶσθαι, εἰ τὴν δευτέραν ὁδὸν ἀπιέναι θέλεις ὥστε μὴ ἐλεεῖσθαι. πρώτη δὲ καὶ ἀνήνυτος καὶ μακρά, Ζεὺς οὐκ ἠδυνήθη ποιῆσαι, τοῦτο αὐτὸ ἐπιχειρεῖν, πάντας ἀνθρώπους πεῖσαι, τίνα ἐστὶν ἀγαθὰ καὶ κακά. [6] μὴ γὰρ δέδοταί σοι τοῦτο; ἐκεῖνο μόνον σοι δέδοται, σαυτὸν πεῖσαι. καὶ οὔπω πέπεικας: εἶτά μοι νῦν ἐπιχειρεῖς πείθειν τοὺς ἄλλους; [7] καὶ τίς σοι τοσούτῳ χρόνῳ σύνεστιν ὡς σὺ σαυτῷ; τίς δὲ οὕτως πιθανός ἐστί σοι πρὸς τὸ πεῖσαι ὡς σὺ σαυτῷ; τίς δ᾽ εὐνούστερον καὶ οἰκειότερον ἔχων σὺ σαυτῷ; [8] πῶς οὖν οὔπω πέπεικας σαυτὸν μαθεῖν; νῦν οὐχὶ ἄνω κάτω; τοῦτ᾽ ἔστι περὶ ἐσπούδακας; οὐ μανθάνειν, ὥστε ἄλυπος εἶναι καὶ ἀτάραχος καὶ ἀταπείνωτος καὶ ἐλεύθερος; [9] πρὸς ταῦτα οὖν οὐκ ἀκήκοας, ὅτι μία ἐστὶν ὁδὸς φέρουσα, ἀφεῖναι τὰ ἀπροαίρετα καὶ ἐκστῆναι αὐτῶν καὶ ὁμολογῆσαι αὐτὰ ἀλλότρια; [10] τὸ οὖν ἄλλον τι ὑπολαβεῖν περὶ σοῦ ποίου εἴδους ἐστίν; — τοῦ ἀπροαιρέτου. — οὐκοῦν οὐδὲν πρὸς σέ; — οὐδέν. — ἔτι οὖν δακνόμενος ἐπὶ τούτῳ καὶ ταρασσόμενος οἴει πεπεῖσθαι περὶ ἀγαθῶν καὶ κακῶν; [11]

οὐ θέλεις οὖν ἀφεὶς τοὺς ἄλλους αὐτὸς σαυτῷ γενέσθαι καὶ μαθητὴς καὶ διδάσκαλος; ‘ὄψονται οἱ ἄλλοι, εἰ λυσιτελεῖ αὐτοῖς παρὰ φύσιν ἔχειν καὶ διεξάγειν, ἐμοὶ δ᾽ οὐδείς ἐστιν ἐγγίων ἐμοῦ. [12] τί οὖν τοῦτό ἐστιν, ὅτι τοὺς μὲν λόγους ἀκήκοα τοὺς τῶν φιλοσόφων καὶ συγκατατίθεμαι αὐτοῖς, ἔργῳ δ᾽ οὐδὲν γέγονα κουφότερος; μή τι οὕτως ἀφυής εἰμι; καὶ μὴν περὶ τὰ ἄλλα, ὅσα ἐβουλήθην, οὐ λίαν ἀφυὴς εὑρέθην, ἀλλὰ καὶ γράμματα ταχέως ἔμαθον καὶ παλαίειν καὶ γεωμετρεῖν καὶ συλλογισμοὺς ἀναλύειν. [13] μή τι οὖν οὐ πέπεικέ με λόγος; καὶ μὴν οὐκ ἄλλα τινὰ οὕτως ἐξ ἀρχῆς ἐδοκίμασα εἱλόμην καὶ νῦν περὶ τούτων ἀναγιγνώσκω, ταῦτα ἀκούω, ταῦτα γράφω: ἄλλον οὐχ εὑρήκαμεν μέχρι νῦν ἰσχυρότερον τούτου λόγον. [14] τί οὖν τὸ λεῖπόν μοι ἐστίν; μὴ οὐκ ἐξῄρηται τἀναντία δόγματα; μὴ αὐταὶ αἱ ὑπολήψεις ἀγύμναστοί εἰσιν οὐδ᾽ εἰθισμέναι ἀπαντᾶν ἐπὶ τὰ ἔργα, ἀλλ᾽ ὡς ὁπλάρια ἀποκείμενα κατίωται καὶ οὐδὲ περιαρμόσαι μοι δύναται; [15] καίτοι οὔτ᾽ ἐπὶ τοῦ παλαίειν οὔτ᾽ ἐπὶ τοῦ γράφειν ἀναγιγνώσκειν ἀρκοῦμαι τῷ μαθεῖν, ἀλλ᾽ ἄνω κάτω στρέφω τοὺς προτεινομένους καὶ ἄλλους πλέκω καὶ μεταπίπτοντας ὡσαύτως. [16] τὰ δ᾽ ἀναγκαῖα θεωρήματα, ἀφ᾽ ὧν ἔστιν ὁρμώμενον ἄλυπον γενέσθαι, ἄφοβον ἀπαθῆ, ἀκώλυτον, ἐλεύθερον, ταῦτα δ᾽ οὐ γυμνάζω οὐδὲ μελετῶ κατὰ ταῦτα τὴν προσήκουσαν μελέτην. [17] εἶτά μοι μέλει, τί οἱ ἄλλοι περὶ ἐμοῦ ἐροῦσιν, εἰ φανοῦμαι αὐτοῖς ἀξιόλογος, εἰ φανοῦμαι εὐδαίμων;’

[18] ταλαίπωρε, οὐ θέλεις βλέπειν, τί σὺ λέγεις περὶ σαυτοῦ; τίς φαίνῃ σαυτῷ; τίς ἐν τῷ ὑπολαμβάνειν, τίς ἐν τῷ ὀρέγεσθαι, τίς ἐν τῷ ἐκκλίνειν: τίς ἐν ὁρμῇ, παρασκευῇ, ἐπιβολῇ, τοῖς ἄλλοις τοῖς ἀνθρωπικοῖς ἔργοις; [19] ἀλλὰ μέλει σοι, εἴ σε ἐλεοῦσιν οἱ ἄλλοι; — ναί: ἀλλὰ παρὰ τὴν ἀξίαν ἐλεοῦμαι. — οὐκοῦν ἐπὶ τούτῳ ὀδυνᾷ; δέ γε ὀδυνώμενος ἐλεεινός ἐστιν; — ναί. — πῶς οὖν ἔτι παρὰ ἀξίαν ἐλεῇ; αὐτοῖς γὰρ οἷς περὶ τὸν ἔλεον πάσχεις κατασκευάζεις σεαυτὸν ἄξιον τοῦ ἐλεεῖσθαι. [20] τί οὖν λέγει Ἀντισθένης; οὐδέποτ᾽ ἤκουσας; ‘βασιλικόν, Κῦρε, πράττειν μὲν εὖ, κακῶς δ᾽ ἀκούειν.’ [21] τὴν κεφαλὴν ὑγιᾶ ἔχω καὶ πάντες οἴονται ὅτι κεφαλαλγῶ. τί μοι μέλει; ἀπύρετός εἰμι καὶ ὡς πυρέσσοντί μοι συνάχθονται: ‘τάλας, ἐκ τοσούτου χρόνου οὐ διέλειπες πυρέσσων.’ λέγω καὶ ἐγὼ σκυθρωπάσας ὅτιναί: ταῖς ἀληθείαις πολὺς ἤδη χρόνος, ἐξ οὗ μοι κακῶς ἐστιν.’ ‘τί οὖν γένηται;’ ὡς ἂν θεὸς θέλῃ. καὶ ἅμα ὑποκαταγελῶ τῶν οἰκτειρόντων με. [22] τί οὖν κωλύει καὶ ἐνταῦθα ὁμοίως; πένης εἰμί, ἀλλὰ ὀρθὸν δόγμα ἔχω περὶ πενίας. τί οὖν μοι μέλει, εἴ μ᾽ ἐπὶ τῇ πενίᾳ ἐλεοῦσιν; οὐκ ἄρχω, ἄλλοι δ᾽ ἄρχουσιν. ἀλλ᾽ δεῖ ὑπειληφέναι, ὑπείληφα περὶ τοῦ ἄρχειν καὶ μὴ ἄρχειν. ὄψονται οἱ ἐλεοῦντές με, [23] ἐγὼ δ᾽ οὔτε πεινῶ οὔτε διψῶ οὔτε ῥιγῶ, ἀλλ᾽ ἀφ᾽ ὧν αὐτοὶ πεινῶσιν διψῶσιν οἴονται κἀμέ. τί οὖν αὐτοῖς ποιήσω; περιερχόμενος κηρύσσω καὶ λέγωμὴ πλανᾶσθε, ἄνδρες, ἐμοὶ καλῶς ἐστιν: οὔτε πενίας ἐπιστρέφομαι οὔτε ἀναρχίας οὔτε ἁπλῶς ἄλλου οὐδενὸς δογμάτων ὀρθῶν: ταῦτα ἔχω ἀκώλυτα, οὐδενὸς πεφρόντικα ἔτι;’ [24] καὶ τίς αὕτη φλυαρία; πῶς ἔτι ὀρθὰ δόγματα ἔχω μὴ ἀρκούμενος τῷ εἶναι ὅς εἰμι, ἀλλ᾽ ἐπτοημένος ὑπὲρ τοῦ δοκεῖν; [25]

ἀλλ᾽ ἄλλοι πλειόνων τεύξονται καὶ προτιμηθήσονται. — τί οὖν εὐλογώτερον τοὺς περί τι ἐσπουδακότας ἐν ἐκείνῳ πλεῖον ἔχειν, ἐν ἐσπουδάκασιν; περὶ ἀρχὰς ἐσπουδάκασιν, σὺ περὶ δόγματα: καὶ περὶ πλοῦτον, σὺ περὶ τὴν χρῆσιν τῶν φαντασιῶν. [26] ὅρα, εἰ ἐν τούτῳ σου πλέον ἔχουσιν, περὶ σὺ μὲν ἐσπούδακας, ἐκεῖνοι δ᾽ ἀμελοῦσιν: εἰ συγκατατίθενται μᾶλλον περὶ τὰ φυσικὰ μέτρα, εἰ ὀρέγονταί σου ἀναποτευκτότερον, εἰ ἐκκλίνουσιν ἀπεριπτωτότερον, εἰ ἐν ἐπιβολῇ, ἐν προθέσει, εἰ ἐν ὁρμῇ μᾶλλον εὐστοχοῦσιν, εἰ τὸ πρέπον σῴζουσιν ὡς ἄνδρες, ὡς υἱοί, ὡς γονεῖς, εἶθ᾽ ἑξῆς κατὰ τὰ ἄλλα τῶν σχέσεων ὀνόματα. [27] εἰ δ᾽ ἄρχουσιν ἐκεῖνοι, σὺ δ᾽ οὐ θέλεις σαυτῷ τὰς ἀληθείας εἰπεῖν, ὅτι σὺ μὲν οὐδὲν τούτου ἕνεκα ποιεῖς, ἐκεῖνοι δὲ πάντα, ἀλογώτατον δὲ τὸν ἐπιμελούμενόν τινος ἔλαττον φέρεσθαι οὐ τὸν ἀμελοῦντα;

[28] οὔ, ἀλλ᾽ ἐπειδὴ φροντίζω ἐγὼ δογμάτων ὀρθῶν, εὐλογώτερόν μέ ἐστιν ἄρχειν. — ἐν φροντίζεις, ἐν δόγμασιν: ἐν δ᾽ ἄλλοι μᾶλλόν σου πεφροντίκασιν, ἐκείνοις παραχώρει. οἷον εἰ διὰ τὸ δόγματα ἔχειν ὀρθὰ ἠξίους τοξεύων μᾶλλον ἐπιτυγχάνειν τῶν τοξοτῶν χαλκεύων μᾶλλον τῶν χαλκέων. [29] ἄφες οὖν τὴν περὶ τὰ δόγματα σπουδὴν καὶ περὶ ἐκεῖνα ἀναστρέφου, κτήσασθαι θέλεις, καὶ τότε κλαῖε, ἐάν σοι μὴ προχωρῇ: κλαίειν γὰρ ἄξιος εἶ. [30] νῦν δὲ πρὸς ἄλλοις γίνεσθαι λέγεις, ἄλλων ἐπιμελεῖσθαι, οἱ πολλοὶ δὲ τοῦτο καλῶς λέγουσιν, ὅτι ἔργον ἔργῳ οὐ κοινωνεῖ. [31] μὲν ἐξ ὄρθρου ἀναστὰς ζητεῖ, τίνα ἐξ οἴκου ἀσπάσηται, τίνι κεχαρισμένον λόγον εἴπῃ, τίνι δῶρον πέμψῃ, πῶς τῷ ὀρχηστῇ ἀρέσῃ, πῶς κακοηθισάμενος ἄλλον ἄλλῳ χαρίσηται. [32] ὅταν εὔχηται, περὶ τούτων εὔχεται: ὅταν θύῃ, ἐπὶ τούτοις θύει: τὸ τοῦ Πυθαγόρου


μὴ δ᾽ ὕπνον μαλακοῖσιν ἐπ᾽ ὄμμασι προσδέξασθαι
ἐνταῦθα παρατέθεικεν. [33]πῇ παρέβην;’ τῶν πρὸς κολακείαν. ‘τί ἔρεξα;’ μή τι ὡς ἐλεύθερος, μή τι ὡς γενναῖος; κἂν εὕρῃ τι τοιοῦτον, ἐπιτιμᾷ ἑαυτῷ καὶ ἐγκαλεῖτί γάρ σοι καὶ τοῦτο εἰπεῖν; οὐ γὰρ ἐνῆν ψεύσασθαι; λέγουσιν καὶ οἱ φιλόσοφοι, ὅτι οὐδὲν κωλύει ψεῦδος εἰπεῖν.’ [34] σὺ δ᾽ εἴπερ ταῖς ἀληθείαις οὐδενὸς ἄλλου πεφρόντικας χρήσεως οἵας δεῖ φαντασιῶν, εὐθὺς ἀναστὰς ἕωθεν ἐνθυμοῦτίνα μοι λείπει πρὸς ἀπάθειαν; τίνα πρὸς ἀταραξίαν; τίς εἰμι; μή τι σωμάτιον, μή τι κτῆσις, μή τι φήμη; οὐδὲν τούτων. ἀλλὰ τί; [35] λογικόν εἰμι ζῷον.’ τίνα οὖν τὰ ἀπαιτήματα; ἀναπόλει τὰ πεπραγμένα. ‘πῇ παρέβην τῶν πρὸς εὔροιαν; τί ἔρεξα ἄφιλον ἀκοινώνητον ἄγνωμον; τί μοι δέον οὐκ ἐτελέσθη πρὸς ταῦτα;’

[36] τοσαύτης οὖν διαφορᾶς οὔσης τῶν ἐπιθυμουμένων, τῶν ἔργων, τῶν εὐχῶν ἔτι θέλεις τὸ ἴσον ἔχειν ἐκείνοις, περὶ σὺ μὲν οὐκ ἐσπούδακας, ἐκεῖνοι δ᾽ ἐσπουδάκασιν; [37] εἶτα θαυμάζεις, εἴ σ᾽ ἐλεοῦσιν, καὶ ἀγανακτεῖς; ἐκεῖνοι δ᾽ οὐκ ἀγανακτοῦσιν, εἰ σὺ αὐτοὺς ἐλεεῖς. διὰ τί; ὅτι ἐκεῖνοι μὲν πεπεισμένοι εἰσίν, ὅτι ἀγαθῶν τυγχάνουσιν, σὺ δ᾽ οὐ πέπεισαι. [38] διὰ τοῦτο σὺ μὲν οὐκ ἀρκῇ τοῖς σοῖς, ἀλλ᾽ ἐφίεσαι τῶν ἐκείνων: ἐκεῖνοι δ᾽ ἀρκοῦνται τοῖς ἑαυτῶν καὶ οὐκ ἐφίενται τῶν σῶν. ἐπεί τοι εἰ ταῖς ἀληθείαις ἐπέπεισο, ὅτι περὶ τὰ ἀγαθὰ σὺ ἐπιτυγχάνων εἶ, ἐκεῖνοι δ᾽ ἀποπεπλάνηνται, οὐδ᾽ ἂν ἐνεθυμοῦ, τί λέγουσι περὶ σοῦ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: