previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ Κυνισμοῦ.

πυθομένου δὲ τῶν γνωρίμων τινὸς αὐτοῦ, ὃς ἐφαίνετο ἐπιρρεπῶς ἔχων πρὸς τὸ κυνίσαι, Ποῖόν τινα εἶναι δεῖ τὸν κυνίζοντα καὶ τίς πρόληψις τοῦ πράγματος, Σκεψόμεθα κατὰ σχολήν. [2] τοσοῦτον δ᾽ ἔχω σοι εἰπεῖν, ὅτι δίχα θεοῦ τηλικούτῳ πράγματι ἐπιβαλλόμενος θεοχόλωτός ἐστι καὶ οὐδὲν ἄλλο δημοσίᾳ θέλει ἀσχημονεῖν. [3] οὐδὲ γὰρ ἐν οἰκίᾳ καλῶς οἰκουμένῃ παρελθών τις αὐτὸς ἑαυτῷ λέγειἐμὲ δεῖ οἰκονόμον εἶναι:’ εἰ δὲ μή, ἐπιστραφεὶς κύριος καὶ ἰδὼν αὐτὸν σοβαρῶς διατασσόμενον, ἑλκύσας ἔτεμεν. [4] οὕτως γίνεται καὶ ἐν τῇ μεγάλῃ ταύτῃ πόλει. ἔστι γάρ τις καὶ ἐνθάδ᾽ οἰκοδεσπότης ἕκαστα διατάσσων. [5]σὺ ἥλιος εἶ: δύνασαι περιερχόμενος ἐνιαυτὸν ποιεῖν καὶ ὥρας καὶ τοὺς καρποὺς αὔξειν καὶ τρέφειν καὶ ἀνέμους κινεῖν καὶ ἀνιέναι καὶ τὰ σώματα τῶν ἀνθρώπων θερμαίνειν συμμέτρως: ὕπαγε, περιέρχου καὶ οὕτως διακίνει ἀπὸ τῶν μεγίστων ἐπὶ τὰ μικρότατα. [6] σὺ μοσχάριον εἶ: ὅταν ἐπιφανῇ λέων, τὰ σαυτοῦ πρᾶσσε: εἰ δὲ μή, οἰμώξεις. σὺ ταῦρος εἶ, προσελθὼν μάχου: σοὶ γὰρ τοῦτο ἐπιβάλλει καὶ πρέπει καὶ δύνασαι αὐτὸ ποιεῖν. [7] σὺ δύνασαι ἡγεῖσθαι τοῦ στρατεύματος ἐπὶ Ἴλιον: ἴσθι Ἀγαμέμνων. σὺ δύνασαι τῷ Ἕκτορι μονομαχῆσαι: ἴσθι Ἀχιλλεύς.’ [8] εἰ δὲ Θερσίτης παρελθὼν ἀντεποιεῖτο τῆς ἀρχῆς, οὐκ ἂν ἔτυχεν τυχὼν ἂν ἠσχημόνησεν ἐν πλείοσι μάρτυσι.

[9] καὶ σὺμβούλευσαι περὶ πράγματος ἐπιμελῶς: οὐκ ἔστιν οἷον δοκεῖ σοι. [10]τριβώνιον καὶ νῦν φορῶ καὶ τόθ᾽ ἕξω, κοιμῶμαι καὶ νῦν σκληρῶς καὶ τότε κοιμήσομαι, πηρίδιον προσλήψομαι καὶ ξύλον καὶ περιερχόμενος αἰτεῖν ἄρξομαι τοὺς ἀπαντῶντας, λοιδορεῖν: κἂν ἴδω τινὰ δρωπακιζόμενον, ἐπιτιμήσω αὐτῷ, κἂν τὸ κόμιον πεπλακότα ἐν κοκκίνοις περιπατοῦντα.’ [11] εἰ τοιοῦτόν τι φαντάζῃ τὸ πρᾶγμα, μακρὰν ἀπ᾽ αὐτοῦ: μὴ προσέλθῃς, οὐδέν ἐστι πρὸς σέ. [12] εἰ δ᾽ οἷόν ἐστι φανταζόμενος οὐκ ἀπαξιοῖς σεαυτόν, σκέψαι ἡλίκῳ πράγματι ἐπιχειρεῖς. [13]

πρῶτον ἐν τοῖς κατὰ σαυτὸν οὐκέτι δεῖ σε ὅμοιον ἐν οὐδενὶ φαίνεσθαι οἷς νῦν ποιεῖς, οὐ θεῷ ἐγκαλοῦντα, οὐκ ἀνθρώπῳ: ὄρεξιν ἆραί σε δεῖ παντελῶς, ἔκκλισιν ἐπὶ μόνα μεταθεῖναι τὰ προαιρετικά: σοὶ μὴ ὀργὴν εἶναι, μὴ μῆνιν, μὴ φθόνον, μὴ ἔλεον: μὴ κοράσιόν σοι φαίνεσθαι καλόν, μὴ δοξάριον, μὴ παιδάριον, μὴ πλακουντάριον. [14] ἐκεῖνο γὰρ εἰδέναι σε δεῖ, ὅτι οἱ ἄλλοι ἄνθρωποι τοὺς τοίχους προβέβληνται καὶ τὰς οἰκίας καὶ τὸ σκότος, ὅταν τι τῶν τοιούτων ποιῶσιν, καὶ τὰ κρύψοντα πολλὰ ἔχουσιν. κέκλεικε τὴν θύραν, ἕστακέν τινα πρὸ τοῦ κοιτῶνος: ‘ἄν τις ἔλθῃ, λέγε ὅτι ἔξω ἐστίν, οὐ σχολάζει.’ [15] Κυνικὸς δ᾽ ἀντὶ πάντων τούτων ὀφείλει τὴν αἰδῶ προβεβλῆσθαι: εἰ δὲ μή, γυμνὸς καὶ ἐν ὑπαίθρῳ ἀσχημονήσει. τοῦτο οἰκία ἐστὶν αὐτῷ, τοῦτο θύρα, τοῦτο οἱ ἐπὶ τοῦ κοιτῶνος, τοῦτο σκότος. [16] οὔτε γὰρ θέλειν τι δεῖ ἀποκρύπτειν αὐτὸν τῶν ἑαυτοῦεἰ δὲ μή, ἀπῆλθεν, ἀπώλεσε τὸν Κυνικόν, τὸν ὕπαιθρον, τὸν ἐλεύθερον, ἦρκταί τι τῶν ἐντὸς φοβεῖσθαι, ἦρκται χρείαν ἔχειν τοῦ ἀποκρύψοντοςοὔτε ὅταν θέλῃ δύναται. ποῦ γὰρ αὑτὸν ἀποκρύψῃ πῶς; [17] ἂν δ᾽ ἀπὸ τύχης ἐμπέσῃ παιδευτὴς κοινός, παιδαγωγός, οἷα πάσχειν ἀνάγκη; [18] ταῦτ᾽ οὖν δεδοικότα ἐπιθαρρεῖν οἷόν τ᾽ ἔτι ἐξ ὅλης ψυχῆς ἐπιστατεῖν τοῖς ἄλλοις ἀνθρώποις; [19] ἀμήχανον, ἀδύνατον. πρῶτον οὖν τὸ ἡγεμονικόν σε δεῖ τὸ σαυτοῦ καθαρὸν ποιῆσαι καὶ τὴν ἔνστασιν ταύτην: [20]νῦν ἐμοὶ ὕλη ἐστὶν ἐμὴ διάνοια, ὡς τῷ τέκτονι τὰ ξύλα, ὡς τῷ σκυτεῖ τὰ δέρματα: ἔργον δ᾽ ὀρθὴ χρῆσις τῶν φαντασιῶν. [21] τὸ σωμάτιον δὲ οὐδὲν πρὸς ἐμέ: τὰ τούτου μέρη οὐδὲν πρὸς ἐμέ. θάνατος; ἐρχέσθω, ὅταν θέλῃ, εἴτε ὅλου εἴτε μέρους τινός. [22] φυγή; καὶ ποῦ δύναταί τις ἐκβαλεῖν; ἔξω τοῦ κόσμου οὐ δύναται. ὅπου δ᾽ ἂν ἀπέλθω, ἐκεῖ ἥλιος, ἐκεῖ σελήνη, ἐκεῖ ἄστρα, ἐνύπνια, οἰωνοί, πρὸς θεοὺς ὁμιλία.’ [23]

εἶθ᾽ οὕτως παρασκευασάμενον οὐκ ἔστι τούτοις ἀρκεῖσθαι τὸν ταῖς ἀληθείαις Κυνικόν, ἀλλ᾽ εἰδέναι δεῖ, ὅτι ἄγγελος ἀπὸ τοῦ Διὸς ἀπέσταλται καὶ πρὸς τοὺς ἀνθρώπους περὶ ἀγαθῶν καὶ κακῶν ὑποδείξων αὐτοῖς, ὅτι πεπλάνηνται καὶ ἀλλαχοῦ ζητοῦσι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὅπου οὐκ ἔστιν, ὅπου δ᾽ ἔστιν, οὐκ ἐνθυμοῦνται, [24] καὶ ὡς Διογένης ἀπαχθεὶς πρὸς Φίλιππον μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην κατάσκοπος εἶναι. τῷ γὰρ ὄντι κατάσκοπός ἐστιν Κυνικὸς τοῦ τίνα ἐστὶ τοῖς ἀνθρώποις φίλα καὶ τίνα πολέμια. [25] καὶ δεῖ αὐτὸν ἀκριβῶς κατασκεψάμενον ἐλθόντ᾽ ἀπαγγεῖλαι τἀληθῆ μήθ᾽ ὑπὸ φόβου ἐκπλαγέντα, ὥστε τοὺς μὴ ὄντας πολεμίους δεῖξαι, μήτε τινὰ ἄλλον τρόπον ὑπὸ τῶν φαντασιῶν παραταραχθέντα συγχυθέντα.

[26] δεῖ οὖν αὐτὸν δύνασθαι ἀνατεινάμενον, ἂν οὕτως τύχῃ, καὶ ἐπὶ σκηνὴν τραγικὴν ἀνερχόμενον λέγειν τὸ τοῦ Σωκράτους: ἰὼ ἄνθρωποι, ποῖ φέρεσθε; τί ποιεῖτε, ταλαίπωροι; ὡς τυφλοὶ ἄνω καὶ κάτω κυλίεσθε: ἄλλην ὁδὸν ἀπέρχεσθε τὴν οὖσαν ἀπολελοιπότες, ἀλλαχοῦ ζητεῖτε τὸ εὔρουν καὶ τὸ εὐδαιμονικόν, ὅπου οὐκ ἔστιν, οὐδ᾽ ἄλλου δεικνύοντος πιστεύετε. [27] τί αὐτὸ ἔξω ζητεῖτε; ἐν σώματι οὐκ ἔστιν. εἰ ἀπιστεῖτε, ἴδετε Μύρωνα, ἴδετε Ὀφέλλιον. ἐν κτήσει οὐκ ἔστιν. εἰ δ᾽ ἀπιστεῖτε, ἴδετε Κροῖσον, ἴδετε τοὺς νῦν πλουσίους, ὅσης οἰμωγῆς βίος αὐτῶν μεστός ἐστιν. ἐν ἀρχῇ οὐκ ἔστιν. εἰ δὲ μή γε, ἔδει τοὺς δὶς καὶ τρὶς ὑπάτους εὐδαίμονας εἶναι: οὐκ εἰσὶ δέ. [28] τίσιν περὶ τούτου πιστεύσομεν; ὑμῖν τοῖς ἔξωθεν τὰ ἐκείνων βλέπουσιν καὶ ὑπὸ τῆς φαντασίας περιλαμπομένοις αὐτοῖς ἐκείνοις; [29] τί λέγουσιν; ἀκούσατε αὐτῶν, ὅταν οἰμώζωσιν, ὅταν στένωσιν, ὅταν δι᾽ αὐτὰς τὰς ὑπατείας καὶ τὴν δόξαν καὶ τὴν ἐπιφάνειαν ἀθλιώτερον οἴωνται καὶ ἐπικινδυνότερον ἔχειν. [30] ἐν βασιλείᾳ οὐκ ἔστιν. εἰ δὲ μή, Νέρων ἂν εὐδαίμων ἐγένετο καὶ Σαρδανάπαλλος. ἀλλ᾽ οὐδ᾽ Ἀγαμέμνων εὐδαίμων ἦν καίτοι κομψότερος ὢν Σαρδαναπάλλου καὶ Νέρωνος, ἀλλὰ τῶν ἄλλων ῥεγκόντων ἐκεῖνος τί ποιεῖ;


πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας.
καὶ αὐτὸς τί λέγει;

πλάζομαι ὧδε,
φησίν, καὶ

ἀλαλύκτημαι: κραδίη δέ μοι ἔξω
στηθέων ἐκθρῴσκει.
τάλας, τί τῶν σῶν ἔχει κακῶς; [31] κτῆσις; οὐκ ἔχει. τὸ σῶμα; οὐκ ἔχει. ἀλλὰ πολύχρυσος εἶ καὶ πολύχαλκος: τί οὖν σοι κακόν ἐστιν; ἐκεῖνο, τι ποτὲ ἠμέληταί σου καὶ κατέφθαρται, ὀρεγόμεθα, ἐκκλίνομεν, ὁρμῶμεν καὶ ἀφορμῶμεν. [32] πῶς ἠμέληται; ἀγνοεῖ τὴν οὐσίαν τοῦ ἀγαθοῦ πρὸς ἣν πέφυκε καὶ τὴν τοῦ κακοῦ καὶ τί ἴδιον ἔχει καὶ τί ἀλλότριον. καὶ ὅταν τι τῶν ἀλλοτρίων κακῶς ἔχῃ, λέγειοὐαί μοι, οἱ γὰρ Ἕλληνες κινδυνεύουσι.’ [33] ταλαίπωρον ἡγεμονικὸν καὶ μόνον ἀτημέλητον καὶ ἀθεράπευτον. ‘μέλλουσιν ἀποθνῄσκειν ὑπὸ τῶν Τρώων ἀναιρεθέντες.’ ἂν δ᾽ αὐτοὺς οἱ Τρῶες μὴ ἀποκτείνωσιν, οὐ μὴ ἀποθάνωσιν; ‘ναί, ἀλλ᾽ οὐχ᾽ ὑφ᾽ ἓν πάντες.’ τί οὖν διαφέρει; εἰ γὰρ κακόν ἐστι τὸ ἀποθανεῖν, ἄν τε ὁμοῦ ἄν τε καθ᾽ ἕνα ὁμοίως κακόν ἐστιν. μή τι ἄλλο τι μέλλει γίνεσθαι τὸ σωμάτιον χωρίζεσθαι καὶ ψυχή; [34] οὐδέν. σοὶ δὲ ἀπολλυμένων τῶν Ἑλλήνων θύρα κέκλεισται; οὐκ ἔξεστιν ἀποθανεῖν; ‘ἔξεστιν.’ τί οὖν πενθεῖς; ‘οὐᾶ, βασιλεὺς καὶ τὸ τοῦ Διὸς σκῆπτρον ἔχων.’ ἀτυχὴς βασιλεὺς οὐ γίνεται: οὐ μᾶλλον ἀτυχὴς θεός. [35] τί οὖν εἶ; ποιμὴν ταῖς ἀληθείαις: οὕτως γὰρ κλάεις ὡς οἱ ποιμένες, ὅταν λύκος ἁρπάσῃ τι τῶν προβάτων αὐτῶν: καὶ οὗτοι δὲ πρόβατά εἰσιν οἱ ὑπὸ σοῦ ἀρχόμενοι. [36] τί δὲ καὶ ἤρχου; μή τι ὄρεξις ὑμῖν ἐκινδυνεύετο, μή τι ἔκκλισις, μή τι ὁρμή, μή τι ἀφορμή; ‘οὔ,’ φησίν, ‘ἀλλὰ τοῦ ἀδελφοῦ μου τὸ γυναικάριον ἡρπάγη.’ [37] οὐκ οὖν κέρδος μέγα στερηθῆναι μοιχικοῦ γυναικαρίου; ‘καταφρονηθῶμεν οὖν ὑπὸ τῶν Τρώων;’ τίνων ὄντων; φρονίμων ἀφρόνων; εἰ φρονίμων, τί αὐτοῖς πολεμεῖτε; εἰ ἀφρόνων, τί ὑμῖν μέλει;

[38]ἐν τίνι οὖν ἔστι τὸ ἀγαθόν, ἐπειδὴ ἐν τούτοις οὐκ ἔστιν; εἰπὲ ἡμῖν, κύριε ἄγγελε καὶ κατάσκοπε.’ ‘ὅπου οὐ δοκεῖτε οὐδὲ θέλετε ζητῆσαι αὐτό. εἰ γὰρ ἠθέλετε, εὕρετε ἂν αὐτὸ ἐν ὑμῖν ὂν οὐδ᾽ ἂν ἔξω ἐπλάζεσθε οὐδ᾽ ἂν ἐζητεῖτε τὰ ἀλλότρια ὡς ἴδια. [39] ἐπιστρέψατε αὐτοὶ ἐφ᾽ ἑαυτούς, καταμάθετε τὰς προλήψεις ἃς ἔχετε. ποῖόν τι φαντάζεσθε τὸ ἀγαθόν; τὸ εὔρουν, τὸ εὐδαιμονικόν, τὸ ἀπαραπόδιστον. ἄγε, μέγα δ᾽ αὐτὸ φυσικῶς οὐ φαντάζεσθε; ἀξιόλογον οὐ φαντάζεσθε; ἀβλαβὲς οὐ φαντάζεσθε; [40] ἐν ποίᾳ οὖν ὕλῃ δεῖ ζητεῖν τὸ εὔρουν καὶ ἀπαραπόδιστον; ἐν τῇ δούλῃ ἐν τῇ ἐλευθέρᾳ;’ ‘ἐν τῇ ἐλευθέρᾳ.’ ‘τὸ σωμάτιον οὖν ἐλεύθερον ἔχετε δοῦλον;’ ‘οὐκ ἴσμεν.’ ‘οὐκ ἴστε ὅτι πυρετοῦ δοῦλόν ἐστιν, ποδάγρας, ὀφθαλμίας, δυσεντερίας, τυράννου, πυρός, σιδήρου, παντὸς τοῦ ἰσχυροτέρου;’ [41]ναὶ δοῦλον.’ ‘πῶς οὖν ἔτι ἀνεμπόδιστον εἶναί τι δύναται τῶν τοῦ σώματος; πῶς δὲ μέγα ἀξιόλογον τὸ φύσει νεκρόν, γῆ, πηλός; τί οὖν; οὐδὲν ἔχετε ἐλεύθερον;’ ‘μήποτε οὐδέν.’ [42]καὶ τίς ὑμᾶς ἀναγκάσαι δύναται συγκαταθέσθαι τῷ ψευδεῖ φαινομένῳ;’ ‘οὐδείς.’ ‘τίς δὲ μὴ συγκαταθέσθαι τῷ φαινομένῳ ἀληθεῖ;’ ‘οὐδείς.’ ‘ἐνθάδ᾽ οὖν ὁρᾶτε, ὅτι ἔστι τι ἐν ὑμῖν ἐλεύθερον φύσει. [43] ὀρέγεσθαι δ᾽ ἐκκλίνειν ὁρμᾶν ἀφορμᾶν παρασκευάζεσθαι προτίθεσθαι τίς ὑμῶν δύναται μὴ λαβὼν φαντασίαν λυσιτελοῦς μὴ καθήκοντος;’ ‘οὐδείς.’ ‘ἔχετε οὖν καὶ ἐν τούτοις ἀκώλυτον καὶ ἐλεύθερον. [44] ταλαίπωροι, τοῦτο ἐξεργάζεσθε, τούτου ἐπιμέλεσθε, ἐνταῦθα ζητεῖτε τὸ ἀγαθόν.’

[45] καὶ πῶς ἐνδέχεται μηδὲν ἔχοντα, γυμνόν, ἄοικον, ἀνέστιον, αὐχμῶντα, ἄδουλον, ἄπολιν διεξάγειν εὐρόως; [46] ἰδοὺ ἀπέσταλκεν ὑμῖν θεὸς τὸν δείξοντα ἔργῳ, ὅτι ἐνδέχεται. [47]ἴδετέ με, ἄοικός εἰμι, ἄπολις, ἀκτήμων, ἄδουλος: χαμαὶ κοιμῶμαι: οὐ γυνή, οὐ παιδία, οὐ πραιτωρίδιον, ἀλλὰ γῆ μόνον καὶ οὐρανὸς καὶ ἓν τριβωνάριον. [48] καὶ τί μοι λείπειν; οὐκ εἰμὶ ἄλυπος, οὐκ εἰμὶ ἄφοβος, οὐκ εἰμὶ ἐλεύθερος; πότε ὑμῶν εἶδέν μέ τις ἐν ὀρέξει με ἀποτυγχάνοντα, πότ᾽ ἐν ἐκκλίσει περιπίπτοντα; πότ᾽ ἐμεμψάμην θεὸν ἄνθρωπον, πότ᾽ ἐνεκάλεσά τινι; μή τις ὑμῶν ἐσκυθρωπακότα με εἶδεν; πῶς δ᾽ ἐντυγχάνω τούτοις, [49] οὓς ὑμεῖς φοβεῖσθε καὶ θαυμάζετε; οὐχ ὡς ἀνδραπόδοις; τίς με ἰδὼν οὐχὶ τὸν βασιλέα τὸν ἑαυτοῦ ὁρᾶν οἴεται καὶ δεσπότην;’

[50] ἴδε κυνικαὶ φωναί, ἴδε χαρακτήρ, ἴδ᾽ ἐπιβολή. οὔ: ἀλλὰ πηρίδιον καὶ ξύλον καὶ γνάθοι μεγάλαι: καταφαγεῖν πᾶν εἂν δῷς ἀποθησαυρίσαι τοῖς ἀπαντῶσι λοιδορεῖσθαι ἀκαίρως καλὸν τὸν ὦμον δεικνύειν. [51] τηλικούτῳ πράγματι ὁρᾷς πῶς μέλλεις ἐγχειρεῖν; ἔσοπτρον πρῶτον λάβε, ἴδε σου τοὺς ὤμους, κατάμαθε τὴν ὀσφύν, τοὺς μηρούς. Ὀλύμπια μέλλεις ἀπογράφεσθαι, ἄνθρωπε, οὐχί τινά ποτε ἀγῶνα ψυχρὸν καὶ ταλαίπωρον. [52] οὐκ ἔστιν ἐν Ὀλυμπίοις νικηθῆναι μόνον καὶ ἐξελθεῖν, ἀλλὰ πρῶτον μὲν ὅλης τῆς οἰκουμένης βλεπούσης δεῖ ἀσχημονῆσαι, οὐχὶ Ἀθηναίων μόνον Λακεδαιμονίων Νικοπολιτῶν, εἶτα καὶ δέρεσθαι δεῖ τὸν εἰκῇ ἐξελθόντα, πρὸ δὲ τοῦ δαρῆναι διψῆσαι, καυματισθῆναι, πολλὴν ἁφὴν καταπιεῖν.

[53] βούλευσαι ἐπιμελέστερον, γνῶθι σαυτόν, ἀνάκρινον τὸ δαιμόνιον, δίχα θεοῦ μὴ ἐπιχειρήσῃς. ἂν γὰρ συμβουλεύσῃ, ἴσθι ὅτι μέγαν σε θέλει γενέσθαι πολλὰς πληγὰς λαβεῖν. [54] καὶ γὰρ τοῦτο λίαν κομψὸν τῷ Κυνικῷ παραπέπλεκται: δέρεσθαι αὐτὸν δεῖ ὡς ὄνον καὶ δερόμενον φιλεῖν αὐτοὺς τοὺς δέροντας ὡς πατέρα πάντων, ὡς ἀδελφόν. [55] οὔ: ἀλλ᾽ ἄν τίς σε δέρῃ, κραύγαζε στὰς ἐν τῷ μέσῳ Καῖσαρ, ἐν τῇ σῇ εἰρήνῃ οἷα πάσχω; ἄγωμεν ἐπὶ τὸν ἀνθύπατον.’ [56] Κυνικῷ δὲ Καῖσαρ τί ἐστιν ἀνθύπατος ἄλλος καταπεπομφὼς αὐτὸν καὶ λατρεύει, Ζεύς; ἄλλον τινὰ ἐπικαλεῖται ἐκεῖνον; οὐ πέπεισται δ᾽, τι ἂν πάσχῃ τούτων, ὅτι ἐκεῖνος αὐτὸν γυμνάζει; [57] ἀλλ᾽ μὲν Ἡρακλῆς ὑπὸ Εὐρυσθέως γυμναζόμενος οὐκ ἐνόμιζεν ἄθλιος εἶναι, ἀλλ᾽ ἀόκνως ἐπετέλει πάντα τὰ προσταττόμενα: οὗτος δ᾽ ὑπὸ τοῦ Διὸς ἀθλούμενος καὶ γυμναζόμενος μέλλει κεκραγέναι καὶ ἀγανακτεῖν, ἄξιος φορεῖν τὸ σκῆπτρον τὸ Διογένους; ἄκουε, τί λέγει ἐκεῖνος πυρέσσων πρὸς τοὺς παριόντας: [58]κακαί,’ ἔφη, ‘κεφαλαί, οὐ μενεῖτε; ἀλλ᾽ ἀθλητῶν μὲν ὄλεθρον μάχην ὀψόμενοι ἄπιτε ὁδὸν τοσαύτην εἰς Ὀλυμπίαν: πυρετοῦ δὲ καὶ ἀνθρώπου μάχην ἰδεῖν οὐ βούλεσθε;’ [59] ταχύ γ᾽ ἂν τοιοῦτος ἐνεκάλεσεν τῷ θεῷ καταπεπομφότι αὐτὸν ὡς παρ᾽ ἀξίαν αὐτῷ χρωμένῳ, ὅς γε ἐνεκαλλωπίζετο ταῖς περιστάσεσι καὶ θέαμα εἶναι ἠξίου τῶν παριόντων. ἐπὶ τίνι γὰρ ἐγκαλέσει; ὅτι εὐσχημονεῖ; ὅτί κατηγορεῖ; ὅτι λαμπροτέραν ἐπιδείκνυται τὴν ἀρετὴν τὴν ἑαυτοῦ; [60] ἄγε, περὶ πενίας δὲ τί λέγει, περὶ θανάτου, περὶ πόνου; πῶς συνέκρινεν τὴν εὐδαιμονίαν τὴν αὑτοῦ τῇ μεγάλου βασιλέως; [61] μᾶλλον δ᾽ οὐδὲ συγκριτὸν ᾤετο εἶναι. ὅπου γὰρ ταραχαὶ καὶ λῦπαι καὶ φόβοι καὶ ὀρέξεις ἀτελεῖς καὶ ἐκκλίσεις περιπίπτουσαι καὶ φθόνοι καὶ ζηλοτυπίαι, ποῦ ἐκεῖ πάροδος εὐδαιμονίας; ὅπου δ᾽ ἂν σαπρὰ δόγματα, ἐκεῖ πάντα ταῦτα εἶναι ἀνάγκη.

[62] πυθομένου δὲ τοῦ νεανίσκου, εἰ νοσήσας ἀξιοῦντος φίλου πρὸς αὐτὸν ἐλθεῖν ὥστε νοσοκομηθῆναι ὑπακούσει, Ποῦ δὲ φίλον μοι δώσεις Κυνικοῦ; [63] ἔφη. δεῖ γὰρ αὐτὸν ἄλλον εἶναι τοιοῦτον, ἵν᾽ ἄξιος φίλος αὐτοῦ ἀριθμεῖσθαι. κοινωνὸν αὐτὸν εἶναι δεῖ τοῦ σκήπτρου καὶ τῆς βασιλείας καὶ διάκονον ἄξιον, εἰ μέλλει φιλίας ἀξιωθήσεσθαι, ὡς Διογένης Ἀντισθένους ἐγένετο, ὡς Κράτης Διογένους. [64] δοκεῖ σοι, ὅτι, ἂν χαίρειν αὐτῷ λέγῃ προσερχόμενος, φίλος ἐστὶν αὐτοῦ κἀκεῖνος αὐτὸν ἄξιον ἡγήσεται τοῦ πρὸς αὐτὸν εἰσελθεῖν; [65] ὥστε ἄν σοι δοκῇ καὶ ἐνθυμηθῇς τι τοιοῦτον, κοπρίαν μᾶλλον περιβλέπου κομψήν, ἐν πυρέξεις, ἀποσκέπουσαν τὸν βορέαν, ἵνα μὴ περιψυγῇς. [66] σὺ δέ μοι δοκεῖς θέλειν εἰς οἶκόν τινος ἀπελθὼν διὰ χρόνου χορτασθῆναι. τί οὖν σοι καὶ ἐπιχειρεῖν πράγματι τηλικούτῳ;

[67] γάμος δ᾽, ἔφη, καὶ παῖδες προηγουμένως παραληφθήσονται ὑπὸ τοῦ Κυνικοῦ; — ἄν μοι σοφῶν, ἔφη, δῷς πόλιν, τάχα μὲν οὐδ᾽ ἥξει τις ῥᾳδίως ἐπὶ τὸ κυνίζειν. τίνων γὰρ ἕνεκα ἀναδέξηται ταύτην τὴν διεξαγωγήν; ὅμως δ᾽ ἂν ὑποθώμεθα, [68] οὐδὲν κωλύσει καὶ γῆμαι αὐτὸν καὶ παιδοποιήσασθαι. καὶ γὰρ γυνὴ αὐτοῦ ἔσται ἄλλη τοιαύτη καὶ πενθερὸς ἄλλος τοιοῦτος καὶ τὰ παιδία οὕτως ἀνατραφήσεται. [69] τοιαύτης δ᾽ οὔσης καταστάσεως, οἵα νῦν ἐστιν, ὡς ἐν παρατάξει, μή ποτ᾽ ἀπερίσπαστον εἶναι δεῖ τὸν Κυνικόν, ὅλον πρὸς τῇ διακονίᾳ τοῦ θεοῦ, ἐπιφοιτᾶν ἀνθρώποις δυνάμενον, οὐ προσδεδεμένον καθήκουσιν ἰδιωτικοῖς οὐδ᾽ ἐμπεπλεγμένον σχέσεσιν, ἃς παραβαίνων οὐκέτι σώσει τὸ τοῦ καλοῦ καὶ ἀγαθοῦ πρόσωπον, τηρῶν δ᾽ ἀπολεῖ τὸν ἄγγελον καὶ κατάσκοπον καὶ κήρυκα τῶν θεῶν; [70] ὅρα γάρ, ὅτι αὐτὸν ἀποδεικνύναι δεῖ τινα τῷ πενθερῷ, ἀποδιδόναι τοῖς ἄλλοις συγγενέσι τῆς γυναικός, αὐτῇ τῇ γυναικί: εἰς νοσοκομίας λοιπὸν ἐκκλείεται, εἰς πορισμόν. [71] ἵνα τἆλλα ἀφῶ, δεῖ αὐτὸν κουκκούμιον, ὅπου θερμὸν ποιήσει τῷ παιδίῳ, ἵν᾽ αὐτὸ λούσῃ εἰς σκάφην: ἐρίδια τεκούσῃ τῇ γυναικί, ἔλαιον, κραβάττιον, ποτήριονγίνεται ἤδη πλείω σκευάρια[72] : τὴν ἄλλην ἀσχολίαν, τὸν περισπασμόν. ποῦ μοι λοιπὸν ἐκεῖνος βασιλεὺς τοῖς κοινοῖς προσευκαιρῶν,


λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν:
ὃν δεῖ τοὺς ἄλλους ἐπισκοπεῖν, τοὺς γεγαμηκότας, τοὺς πεπαιδοποιημένους, τίς καλῶς χρῆται τῇ αὑτοῦ γυναικί, τίς κακῶς, τίς διαφέρεται, ποία οἰκία εὐσταθεῖ, ποία οὔ, ὡς ἰατρὸν περιερχόμενον καὶ τῶν σφυγμῶν ἁπτόμενον; [73]σὺ πυρέττεις, σὺ κεφαλαλγεῖς, σὺ ποδαγρᾷς: σὺ ἀνάτεινον, σὺ φάγε, σὺ ἀλούτησον: σὲ δεῖ τμηθῆναι, σὲ δεῖ καυθῆναι.’ [74] ποῦ σχολὴ τῷ εἰς τὰ ἰδιωτικὰ καθήκοντα ἐνδεδεμένῳ; οὐ δεῖ αὐτὸν πορίσαι ἱματίδια τοῖς παιδίοις; ἄγε, πρὸς γραμματιστὴν ἀποστεῖλαι πινακίδια ἔχοντα, γραφεῖα, τιτλάρια, καὶ τούτοις κραβάττιον ἑτοιμάσαι; οὐ γὰρ ἐκ τῆς κοιλίας ἐξελθόντα δύναται Κυνικὰ εἶναι: εἰ δὲ μή, κρεῖσσον ἦν αὐτὰ γενόμενα ῥῖψαι οὕτως ἀποκτεῖναι. [75] σκόπει, ποῦ κατάγομεν τὸν Κυνικόν, πῶς αὐτοῦ τὴν βασιλείαν ἀφαιρούμεθα. [76]ναί: ἀλλὰ Κράτης ἔγημεν. — περίστασίν μοι λέγεις ἐξ ἔρωτος γενομένην καὶ γυναῖκα τιθεῖς ἄλλον Κράτητα. ἡμεῖς δὲ περὶ τῶν κοινῶν γάμων καὶ ἀπεριστάτων ζητοῦμεν καὶ οὕτως ζητοῦντες οὐχ εὑρίσκομεν ἐν ταύτῃ τῇ καταστάσει προηγούμενον τῷ Κυνικῷ τὸ πρᾶγμα.

πῶς οὖν ἔτι, φησίν, διασώσει τὴν κοινωνίαν; [77]τὸν θεόν σοι: μείζονα δ᾽ εὐεργετοῦσιν ἀνθρώπους οἱ δύο τρία κακόρυγχα παιδία ἀνθ᾽ αὑτῶν εἰσάγοντες οἱ ἐπισκοποῦντες πάντας κατὰ δύναμιν ἀνθρώπους, τί ποιοῦσιν, πῶς διάγουσιν, τίνος ἐπιμελοῦνται, τίνος ἀμελοῦσι παρὰ τὸ προσῆκον; [78] καὶ Θηβαίους μείζονα ὠφέλησαν ὅσοι τεκνία αὐτοῖς κατέλιπον Ἐπαμινώνδου τοῦ ἀτέκνου ἀποθανόντος; καὶ Ὁμήρου πλείονα τῇ κοινωνίᾳ συνεβάλετο Πρίαμος πεντήκοντα γεννήσας περικαθάρματα Δαναὸς Αἴολος; [79] εἶτα στρατηγία μὲν σύνταγμά τινα ἀπείρξει γάμου παιδοποιίας καὶ οὐ δόξει οὗτος ἀντ᾽ οὐδενὸς ἠλλάχθαι τὴν ἀτεκνίαν, δὲ τοῦ Κυνικοῦ βασιλεία οὐκ ἔσται ἀνταξία; [80] μήποτε οὐκ αἰσθανόμεθα τοῦ μεγέθους αὐτοῦ οὐδὲ φανταζόμεθα κατ᾽ ἀξίαν τὸν χαρακτῆρα τὸν Διογένους, ἀλλ᾽ εἰς τοὺς νῦν ἀποβλέπομεν, τοὺς τραπεζῆας πυλαωρούς, οἳ οὐδὲν μιμοῦνται ἐκείνους εἴ ὅτι ἄρα πόρδωνες γίνονται, ἄλλο δ᾽ οὐδέν; [81] ἐπεὶ οὐκ ἂν ἡμᾶς ἐκίνει ταῦτα οὐδ᾽ ἂν ἐπεθαυμάζομεν, εἰ μὴ γαμήσει παιδοποιήσεται. ἄνθρωπε, πάντας ἀνθρώπους πεπαιδοποίηται, τοὺς ἄνδρας υἱοὺς ἔχει, τὰς γυναῖκας θυγατέρας: πᾶσιν οὕτως προσέρχεται, οὕτως πάντων κήδεται. [82] σὺ δοκεῖς ὑπὸ περιεργίας λοιδορεῖσθαι τοῖς ἀπαντῶσιν; ὡς πατὴρ αὐτὸ ποιεῖ, ὡς ἀδελφὸς καὶ τοῦ κοινοῦ πατρὸς ὑπηρέτης τοῦ Διός.

[83] ἄν σοι δόξῃ, πυθοῦ μου καὶ εἰ πολιτεύσεται. σαννίων, μείζονα πολιτείαν ζητεῖς, ἧς πολιτεύσεται; [84] ἐν Ἀθηναίοις παρελθὼν ἐρεῖ τις περὶ προσόδων πόρων, ὃν δεῖ πᾶσιν ἀνθρώποις διαλέγεσθαι, ἐπίσης μὲν Ἀθηναίοις, ἐπίσης δὲ Κορινθίοις, ἐπίσης δὲ Ῥωμαίοις οὐ περὶ πόρων οὐδὲ περὶ προσόδων οὐδὲ περὶ εἰρήνης πολέμου, ἀλλὰ περὶ εὐδαιμονίας καὶ κακοδαιμονίας, περὶ εὐτυχίας καὶ δυστυχίας, περὶ δουλείας καὶ ἐλευθερίας; [85] τηλικαύτην πολιτείαν πολιτευομένου ἀνθρώπου σύ μου πυνθάνῃ εἰ πολιτεύσεται; πυθοῦ μου καί, εἰ ἄρξει: πάλιν ἐρῶ σοι: μωρέ, ποίαν ἀρχὴν μείζονα, ἧς ἄρχει;

[86] χρεία μέντοι καὶ σώματος ποιοῦ τῷ τοιούτῳ. ἐπεί τοι ἂν φθισικὸς προέρχηται, λεπτὸς καὶ ὠχρός, οὐκέτι ὁμοίαν ἔμφασιν μαρτυρία αὐτοῦ ἔχει. [87] δεῖ γὰρ αὐτὸν οὐ μόνον τὰ τῆς ψυχῆς ἐπιδεικνύοντα παριστάνειν τοῖς ἰδιώταις ὅτι ἐνδέχεται δίχα τῶν θαυμαζομένων εἶναι ὑπ᾽ αὐτῶν καλὸν καὶ ἀγαθόν, ἀλλὰ καὶ διὰ τοῦ σώματος ἐνδείκνυσθαι, ὅτι ἀφελὴς καὶ λιτὴ καὶ ὕπαιθρος δίαιτα οὐδὲ τὸ σῶμα λυμαίνεται: [88]ἰδοὺ καὶ τούτου μάρτυς εἰμὶ ἐγὼ καὶ τὸ σῶμα τὸ ἐμόν.’ ὡς Διογένης ἐποίει: στίλβων γὰρ περιήρχετο καὶ κατ᾽ αὐτὸ τὸ σῶμα ἐπέστρεφε τοὺς πολλούς. [89] ἐλεούμενος δὲ Κυνικὸς ἐπαίτης δοκεῖ: πάντες ἀποστρέφονται, πάντες προσκόπτουσιν. οὐδὲ γὰρ ῥυπαρὸν αὐτὸν δεῖ φαίνεσθαι, ὡς μηδὲ κατὰ τοῦτο τοὺς ἀνθρώπους ἀποσοβεῖν, ἀλλ᾽ αὐτὸν τὸν αὐχμὸν αὐτοῦ δεῖ καθαρὸν εἶναι καὶ ἀγωγόν. [90]

δεῖ δὲ καὶ χάριν πολλὴν προσεῖναι φυσικὴν τῷ Κυνικῷ καὶ ὀξύτηταεἰ δὲ μή, μύξα γίνεται, ἄλλο δ᾽ οὐδέν), ἵνα ἑτοίμως δύνηται καὶ παρακειμένως πρὸς τὰ ἐμπίπτοντα ἀπαντᾶν. [91] ὡς Διογένης πρὸς τὸν εἰπόντασὺ εἶ Διογένης μὴ οἰόμενος εἶναι θεούς;’ ‘καὶ πῶς,’ ἔφη, ‘σὲ θεοῖς ἐχθρὸν νομίζων;’ [92] πάλιν Ἀλεξάνδρῳ ἐπιστάντι αὐτῷ κοιμωμένῳ καὶ εἰπόντι


οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
ἔνυπνος ἔτι ὢν ἀπήντησεν

λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν.

[93] πρὸ πάντων δὲ τὸ ἡγεμονικὸν αὐτοῦ δεῖ καθαρώτερον εἶναι τοῦ ἡλίου: εἰ δὲ μή, κυβευτὴν ἀνάγκη καὶ ῥᾳδιουργόν, ὅστις ἐνεχόμενός τινι αὐτὸς κακῷ ἐπιτιμήσει τοῖς ἄλλοις. [94] ὅρα γάρ, οἷόν ἐστιν. τοῖς βασιλεῦσι τούτοις καὶ τυράννοις οἱ δορυφόροι καὶ τὰ ὅπλα παρεῖχε τὸ ἐπιτιμᾶν τισιν καὶ δύνασθαι καὶ κολάζειν τοὺς ἁμαρτάνοντας καὶ αὐτοῖς οὖσι κακοῖς, τῷ Κυνικῷ ἀντὶ τῶν ὅπλων καὶ τῶν δορυφόρων τὸ συνειδὸς τὴν ἐξουσίαν ταύτην παραδίδωσιν. [95] ὅταν ἴδῃς, ὅτι ὑπερηγρύπνηκεν ὑπὲρ ἀνθρώπων καὶ πεπόνηκεν καὶ καθαρὸς μὲν κεκοίμηται, καθαρώτερον δ᾽ αὐτὸν ἔτι ὕπνος ἀφῆκεν, ἐντεθύμηται δ᾽, ὅσα ἐντεθύμηται ὡς φίλος τοῖς θεοῖς, ὡς ὑπηρέτης, ὡς μετέχων τῆς ἀρχῆς τοῦ Διός, πανταχοῦ δ᾽ αὐτῷ πρόχειρον τὸ


ἄγου δέ μ᾽ Ζεῦ καὶ σύ γ᾽ Πεπρωμένη,
καὶ ὅτι εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω: [96] διὰ τί μὴ θαρρήσῃ παρρησιάζεσθαι πρὸς τοὺς ἀδελφοὺς τοὺς ἑαυτοῦ, πρὸς τὰ τέκνα, ἁπλῶς πρὸς τοὺς συγγενεῖς; [97] διὰ τοῦτο οὔτε περίεργος οὔτε πολυπράγμων ἐστὶν οὕτω διακείμενος: οὐ γὰρ τὰ ἀλλότρια πολυπραγμονεῖ, ὅταν τὰ ἀνθρώπινα ἐπισκοπῇ, ἀλλὰ τὰ ἴδια. εἰ δὲ μή, λέγε καὶ τὸν στρατηγὸν πολυπράγμονα, ὅταν τοὺς στρατιώτας ἐπισκοπῇ καὶ ἐξετάζῃ καὶ παραφυλάσσῃ καὶ τοὺς ἀκοσμοῦντας κολάζῃ. [98] ἐὰν δ᾽ ὑπὸ μάλης ἔχων πλακουντάριον ἐπιτιμᾷς ἄλλοις, ἐρῶ σοι: οὐ θέλεις μᾶλλον ἀπελθὼν εἰς γωνίαν καταφαγεῖν ἐκεῖνο κέκλοφας; τί δὲ σοὶ καὶ τοῖς ἀλλοτρίοις; [99] τίς γὰρ εἶ; ταῦρος εἶ βασίλισσα τῶν μελισσῶν; δεῖξόν μοι τὰ σύμβολα τῆς ἡγεμονίας, οἷα ἐκείνη ἐκ φύσεως ἔχει. εἰ δὲ κηφὴν εἶ ἐπιδικαζόμενος τῆς βασιλείας τῶν μελισσῶν, οὐ δοκεῖς ὅτι καὶ σὲ καταβαλλοῦσιν οἱ συμπολιτευόμενοι, ὡς αἱ μέλισσαι τοὺς κηφῆνας; [100]

τὸ μὲν γὰρ ἀνεκτικὸν τοσοῦτον ἔχειν δεῖ τὸν Κυνικόν, ὥστ᾽ αὐτὸν ἀναίσθητον δοκεῖν τοῖς πολλοῖς καὶ λίθον: οὐδεὶς αὐτὸν λοιδορεῖ, οὐδεὶς τύπτει, οὐδεὶς ὑβρίζει: τὸ σωμάτιον δ᾽ αὐτοῦ δέδωκεν αὐτὸς χρῆσθαι τῷ θέλοντι ὡς βούλεται. [101] μέμνηται γάρ, ὅτι τὸ χεῖρον ἀνάγκη νικᾶσθαι ὑπὸ τοῦ κρείττονος, ὅπου χεῖρόν ἐστιν, τὸ δὲ σωμάτιον τῶν πολλῶν χεῖρον, τὸ ἀσθενέστερον τῶν ἰσχυροτέρων. [102] οὐδέποτ᾽ οὖν εἰς τοῦτον καταβαίνει τὸν ἀγῶνα, ὅπου δύναται νικηθῆναι, ἀλλὰ τῶν ἀλλοτρίων εὐθὺς ἐξίσταται, τῶν δούλων οὐκ ἀντιποιεῖται. ὅπου δὲ προαίρεσις καὶ χρῆσις τῶν φαντασιῶν, [103] ἐκεῖ ὄψει, ὅσα ὄμματα ἔχει, ἵν᾽ εἴπῃς, ὅτι Ἄργος τυφλὸς ἦν πρὸς αὐτόν. [104] μή που συγκατάθεσις προπετής, μή που ὁρμὴ εἰκαία, μή που ὄρεξις ἀποτευκτική, μή που ἔκκλισις περιπτωτική, μή που ἐπιβολὴ ἀτελής, μή που μέμψις, μή που ταπείνωσις φθόνος; [105] ὧδε πολλὴ προσοχὴ καὶ σύντασις, τῶν δ᾽ ἄλλων ἕνεκα ὕπτιος ῥέγκει: εἰρήνη πᾶσα. λῃστὴς προαιρέσεως οὐ γίνεται, τύραννος οὐ γίνεται. [106] σωματίου δέ; ναί. καὶ κτησειδίου; ναί: καὶ ἀρχῶν καὶ τιμῶν. τί οὖν αὐτῷ τούτων μέλει; ὅταν οὖν τις διὰ τούτων αὐτὸν ἐκφοβῇ, λέγει αὐτῷὕπαγε, ζήτει τὰ παιδία: ἐκείνοις τὰ προσωπεῖα φοβερά ἐστιν, ἐγὼ δ᾽ οἶδα, ὅτι ὀστράκινά ἐστιν, ἔσωθεν δὲ οὐδὲν ἔχει.’

[107] περὶ τοιούτου πράγματος βουλεύῃ. ὥστε ἐάν σοι δόξῃ, τὸν θεόν σοι, ὑπέρθου καὶ ἰδού σοι πρῶτον τὴν παρασκευήν. [108] ἰδοὺ γάρ, τί καὶ Ἕκτωρ λέγει τῇ Ἀνδρομάχῃ: ‘ὕπαγε,’ φησίν, ‘μᾶλλον εἰς οἶκον καὶ ὕφαινε:


πόλεμος δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ᾽ ἐμοί.
[109] οὕτως καὶ τῆς ἰδίας παρασκευῆς συνῄσθετο καὶ τῆς ἐκείνης ἀδυναμίας.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: