previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς τοὺς εὐκόλως ἐπὶ τὸ σοφιστεύειν ἐρχομένους.

ὅτι τὰ θεωρήματα ἀναλαβόντες ψιλὰ εὐθὺς αὐτὰ ἐξεμέσαι θέλουσιν ὡς οἱ στομαχικοὶ τὴν τροφήν. [2] πρῶτον αὐτὸ πέψον, εἶθ᾽ οὕτω μὴ ἐξεμέσῃς: εἰ δὲ μή, ἔμετος τῷ ὄντι γίνεται, πρᾶγμ᾽ ἀκάθαρτον καὶ ἄβρωτον. [3] ἀλλ᾽ ἀπ᾽ αὐτῶν ἀναδοθέντων δεῖξόν τινα ἡμῖν μεταβολὴν τοῦ ἡγεμονικοῦ τοῦ σεαυτοῦ, ὡς οἱ ἀθληταὶ τοὺς ὤμους, ἀφ᾽ ὧν ἐγυμνάσθησαν καὶ ἔφαγον, ὡς οἱ τὰς τέχνας ἀναλαβόντες, ἀφ᾽ ὧν ἔμαθον. [4] οὐκ ἔρχεται τέκτων καὶ λέγειἀκούσατέ μου διαλεγομένου περὶ τῶν τεκτονικῶν,’ ἀλλ᾽ ἐκμισθωσάμενος οἰκίαν ταύτην κατασκευάσας δείκνυσιν, ὅτι ἔχει τὴν τέχνην. [5] τοιοῦτόν τι καὶ σὺ ποίησον: φάγε ὡς ἄνθρωπος, πίε ὡς ἄνθρωπος, κοσμήθητι, γάμησον, παιδοποίησον, πολίτευσαι: ἀνάσχου λοιδορίας, ἔνεγκε ἀδελφὸν ἀγνώμονα, ἔνεγκε πατέρα, ἔνεγκε υἱόν, γείτονα, σύνοδον. [6] ταῦτα ἡμῖν δεῖξον, ἵν᾽ ἴδωμεν, ὅτι μεμάθηκας ταῖς ἀληθείαις τι τῶν φιλοσόφων. οὔ: ἀλλ᾽ἐλθόντες ἀκούσατέ μου σχόλια λέγοντος.’ ὕπαγε, ζήτει τίνων κατεξεράσεις. [7]καὶ μὴν ἐγὼ ὑμῖν ἐξηγήσομαι τὰ Χρυσίππεια ὡς οὐδείς, τὴν λέξιν διαλύσω καθαρώτατα, προσθήσω ἄν που καὶ Ἀντιπάτρου καὶ Ἀρχεδήμου φοράν.’ [8]

εἶτα τούτου ἕνεκα ἀπολίπωσιν οἱ νέοι τὰς πατρίδας καὶ τοὺς γονεῖς τοὺς αὑτῶν, ἵν᾽ ἐλθόντες λεξείδιά σου ἐξηγουμένου ἀκούσωσιν; [9] οὐ δεῖ αὐτοὺς ὑποστρέψαι ἀνεκτικούς, συνεργητικούς, ἀπαθεῖς, ἀταράχους, ἔχοντάς τι ἐφόδιον τοιοῦτον εἰς τὸν βίον, ἀφ᾽ οὗ ὁρμώμενοι φέρειν δυνήσονται τὰ συμπίπτοντα καλῶς καὶ κοσμεῖσθαι ὑπ᾽ αὐτῶν; [10] καὶ πόθεν σοι μεταδιδόναι τούτων ὧν οὐκ ἔχεις; αὐτὸς γὰρ ἄλλο τι ἐποίησας ἐξ ἀρχῆς περὶ ταῦτα κατετρίβης, πῶς οἱ συλλογισμοὶ ἀναλυθήσονται, πῶς οἱ μεταπίπτοντες, πῶς οἱ τῷ ἠρωτῆσθαι περαίνοντες; [11]ἀλλ᾽ δεῖνα σχολὴν ἔχει: διὰ τί μὴ κἀγὼ σχῶ;’ οὐκ εἰκῇ ταῦτα γίνεται, ἀνδράποδον, οὐδ᾽ ὡς ἔτυχεν, ἀλλὰ καὶ ἡλικίαν εἶναι δεῖ καὶ βίον καὶ θεὸν ἡγεμόνα. [12] οὔ: ἀλλ᾽ ἀπὸ λιπομένος μὲν οὐδεὶς ἀνάγεται μὴ θύσας τοῖς θεοῖς καὶ παρακαλέσας αὐτοὺς βοηθοὺς οὐδὲ σπείρουσιν ἄλλως οἱ ἄνθρωποι εἰ μὴ τὴν Δήμητρα ἐπικαλεσάμενοι: τηλικούτου δ᾽ ἔργου ἁψάμενός τις ἄνευ θεῶν ἀσφαλῶς ἅψεται καὶ οἱ τούτῳ προσιόντες εὐτυχῶς προσελεύσονται; [13] τί ἄλλο ποιεῖς, ἄνθρωπε, τὰ μυστήρια ἐξορχῇ καὶ λέγειςοἴκημά ἐστι καὶ ἐν Ἐλευσῖνι, ἰδοὺ καὶ ἐνθάδε. ἐκεῖ ἱεροφάντης: καὶ ἐγὼ ποιήσω ἱεροφάντην. ἐκεῖ κήρυξ: κἀγὼ κήρυκα καταστήσω. ἐκεῖ δᾳδοῦχος: κἀγὼ δᾳδοῦχον. ἐκεῖ δᾷδες: καὶ ἐνθάδε. αἱ φωναὶ αἱ αὐταί: τὰ γινόμενα τί διαφέρει ταῦτα ἐκείνων;’ [14] ἀσεβέστατε ἄνθρωπε, οὐδὲν διαφέρει; καὶ παρὰ τόπον ταῦτα ὠφελεῖ καὶ παρὰ καιρόν: καὶ μετὰ θυσίας δὲ καὶ μετ᾽ εὐχῶν καὶ προηγνευκότα καὶ προδιακείμενον τῇ γνώμῃ, ὅτι ἱεροῖς προσελεύσεται καὶ ἱεροῖς παλαιοῖς. οὕτως ὠφέλιμα γίνεται τὰ μυστήρια, [15] οὕτως εἰς φαντασίαν ἐρχόμεθα, ὅτι ἐπὶ παιδείᾳ καὶ ἐπανορθώσει τοῦ βίου κατεστάθη πάντα ταῦτα ὑπὸ τῶν παλαιῶν. [16] σὺ δ᾽ ἐξαγγέλλεις αὐτὰ καὶ ἐξορχῇ παρὰ καιρόν, παρὰ τόπον, ἄνευ θυμάτων, ἄνευ ἁγνείας: οὐκ ἐσθῆτα ἔχεις ἣν δεῖ τὸν ἱεροφάντην, οὐ κόμην, οὐ στρόφιον οἷον δεῖ, οὐ φωνήν, οὐχ ἡλικίαν, οὐχ ἥγνευκας ὡς ἐκεῖνος, ἀλλ᾽ αὐτὰς μόνας τὰς φωνὰς ἀνειληφὼς λέγεις. ἱεραί εἰσιν αἱ φωναὶ αὐταὶ καθ᾽ αὑτάς;

[17] ἄλλον τρόπον δεῖ ἐπὶ ταῦτα ἐλθεῖν: μέγα ἐστὶ τὸ πρᾶγμα, μυστικόν ἐστιν, οὐχ ὡς ἔτυχεν οὐδὲ τῷ τυχόντι δεδομένον. [18] ἀλλ᾽ οὐδὲ σοφὸν εἶναι τυχὸν ἐξαρκεῖ πρὸς τὸ ἐπιμεληθῆναι νέων: δεῖ δὲ καὶ προχειρότητά τινα εἶναι καὶ ἐπιτηδειότητα πρὸς τοῦτο, νὴ τὸν Δία, καὶ σῶμα ποιὸν καὶ πρὸ πάντων τὸν θεὸν συμβουλεύειν ταύτην τὴν χώραν κατασχεῖν, [19] ὡς Σωκράτει συνεβούλευεν τὴν ἐλεγκτικὴν χώραν ἔχειν, ὡς Διογένει τὴν βασιλικὴν καὶ ἐπιπληκτικήν, ὡς Ζήνωνι τὴν διδασκαλικὴν καὶ δογματικήν. [20] σὺ δ᾽ ἰατρεῖον ἀνοίγεις ἄλλο οὐδὲν ἔχων φάρμακα, ποῦ δὲ πῶς ἐπιτίθεται ταῦτα, μήτε εἰδὼς μήτε πολυπραγμονήσας. [21]ἰδοὺ ἐκεῖνος ταῦτα, κολλύρια: κἀγὼ ἔχω.’ μή τι οὖν καὶ τὴν δύναμιν τὴν χρηστικὴν αὐτοῖς; μή τι οἶδας καὶ πότε καὶ πῶς ὠφελήσει καὶ τίνα; [22] τί οὖν κυβεύεις ἐν τοῖς μεγίστοις, τί ῥᾳδιουργεῖς, τί ἐπιχειρεῖς πράγματι μηδέν σοι προσήκοντι; ἄφες αὐτὸ τοῖς δυναμένοις, τοῖς κοσμοῦσι. μὴ προστρίβου καὶ αὐτὸς αἶσχος φιλοσοφίᾳ διὰ σαυτοῦ, μηδὲ γίνου μέρος τῶν διαβαλλόντων τὸ ἔργον. [23] ἀλλὰ εἴ σε ψυχαγωγεῖ τὰ θεωρήματα, καθήμενος αὐτὰ στρέφε αὐτὸς ἐπὶ σεαυτοῦ: φιλόσοφον δὲ μηδέποτ᾽ εἴπῃς σεαυτὸν μηδ᾽ ἄλλου ἀνάσχῃ λέγοντος, ἀλλὰ λέγεπεπλάνηται: ἐγὼ γὰρ οὔτ᾽ ὀρέγομαι ἄλλως πρότερον οὐδ᾽ ὁρμῶ ἐπ᾽ ἄλλα οὐδὲ συγκατατίθεμαι ἄλλοις οὐδ᾽ ὅλως ἐν χρήσει φαντασιῶν παρήλλαχά τι ἀπὸ τῆς πρότερον καταστάσεως.’ [24] ταῦτα φρόνει καὶ λέγε περὶ σεαυτοῦ, εἰ θέλεις τὰ κατ᾽ ἀξίαν φρονεῖν: εἰ δὲ μή, κύβευε καὶ ποίει ποιεῖς. ταῦτα γάρ σοι πρέπει.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: