previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι οὐ δεῖ πρὸς τὰς ἀγγελίας ταράσσεσθαι.

ὅταν σοί τι προσαγγελθῇ ταρακτικόν, ἐκεῖνο ἔχε πρόχειρον, ὅτι ἀγγελία περὶ οὐδενὸς προαιρετικοῦ γίνεται. μή τι γὰρ δύναταί σοί τις ἀγγεῖλαι, [2] ὅτι κακῶς ὑπέλαβες κακῶς ὠρέχθης; — οὐδαμῶς. — ἀλλ᾽ ὅτι ἀπέθανέν τις: τί οὖν πρὸς σέ; ὅτι σε κακῶς τις λέγει: τί οὖν πρὸς σέ; [3] ὅτι πατὴρ τάδε τινὰ ἑτοιμάζεται: ἐπὶ τίνα; μή τι ἐπὶ τὴν προαίρεσιν; πόθεν δύναται; ἀλλ᾽ ἐπὶ τὸ σωμάτιον, ἐπὶ τὸ κτησείδιον: ἐσώθης, οὐκ ἐπὶ σέ. [4] οὐκοῦν ἀλλ᾽ κριτὴς ἀποφαίνεται ὅτι ἠσέβησας. περὶ Σωκράτους δ᾽ οὐκ ἀπεφήναντο οἱ δικασταί; μή τι σὸν ἔργον ἐστὶ τὸ ἐκεῖνον ἀποφήνασθαι; — οὔ. — τί οὖν ἔτι σοι μέλει; [5] ἔστι τι τοῦ πατρός σου ἔργον, ἂν μὴ ἐκπληρώσῃ, ἀπώλεσεν τὸν πατέρα, τὸν φιλόστοργον, τὸν ἥμερον. ἄλλο δὲ μηδὲν ζήτει τούτου ἕνεκα αὐτὸν ἀπολέσθαι. οὐδέποτε γὰρ ἐν ἄλλῳ μέν τις ἁμαρτάνει, εἰς ἄλλο δὲ βλάπτεται. [6] πάλιν σὸν ἔργον τὸ ἀπολογηθῆναι εὐσταθῶς, αἰδημόνως, ἀοργήτως. εἰ δὲ μή, ἀπώλεσας καὶ σὺ τὸν υἱόν, τὸν αἰδήμονα, τὸν γενναῖον. [7] τί οὖν; κριτὴς ἀκίνδυνός ἐστιν; οὔ: ἀλλὰ κἀκείνῳ τὰ ἴσα κινδυνεύεται. τί οὖν ἔτι φοβῇ, τί ἐκεῖνος κρινεῖ; τί σοὶ καὶ τῷ ἀλλοτρίῳ κακῷ; [8] σὸν κακόν ἐστι τὸ κακῶς ἀπολογηθῆναι: τοῦτο φυλάσσου μόνον: κριθῆναι δ᾽ μὴ κριθῆναι ὥσπερ ἄλλου ἐστὶν ἔργον, οὕτως κακὸν ἄλλου ἐστίν. [9]ἀπειλεῖ σοι δεῖνα.’ ἐμοί; οὔ. ‘ψέγει σε.’ αὐτὸς ὄψεται, πῶς ποιεῖ τὸ ἴδιον ἔργον. ‘μέλλει σε κατακρινεῖν ἀδίκως.’ ἄθλιος.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: