previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ προνοίας.

ὅταν τῇ προνοίᾳ ἐγκαλῇς, ἐπιστράφηθι καὶ γνώσῃ, ὅτι κατὰ λόγον γέγονεν. [2]ναί, ἀλλ᾽ ἄδικος πλέον ἔχει.’ ἐν τίνι; ἐν ἀργυρίῳ: πρὸς γὰρ τοῦτό σου κρείττων ἐστίν, ὅτι κολακεύει, ἀναισχυντεῖ, ἀγρυπνεῖ. τί θαυμαστόν; [3] ἀλλ᾽ ἐκεῖνο βλέπε, εἰ ἐν τῷ πιστὸς εἶναι πλέον σου ἔχει, εἰ ἐν τῷ αἰδήμων. οὐ γὰρ εὑρήσεις: ἀλλ᾽ ὅπου κρείττων, ἐκεῖ σαυτὸν εὑρήσεις πλέον ἔχοντα. [4] κἀγώ ποτ᾽ εἶπόν τινι ἀγανακτοῦντι, ὅτι Φιλόστοργος εὐτυχεῖ, Ἤθελες ἂν σὺ μετὰ Σούρα κοιμᾶσθαι; — ‘μὴ γένοιτο,’ φησίν, [5]ἐκείνη ἡμέρα.’ — τί οὖν ἀγανακτεῖς, εἰ λαμβάνει τι ἀνθ᾽ οὗ πωλεῖ; πῶς μακαρίζεις τὸν διὰ τούτων, σὺ ἀπεύχῃ, κτώμενον ἐκεῖνα; τί κακὸν ποιεῖ πρόνοια, εἰ τοῖς κρείττοσι τὰ κρείττω δίδωσιν; οὐκ ἔστι κρεῖττον αἰδήμονα εἶναι πλούσιον; ὡμολόγει. τί οὖν ἀγανακτεῖς, ἄνθρωπε, ἔχων τὸ κρεῖττον; [6] μέμνησθε οὖν ἀεὶ καὶ πρόχειρον ἔχετε, ὅτι νόμος οὗτος φυσικὸς τὸν κρείττονα τοῦ χείρονος πλέον ἔχειν, ἐν κρείττων ἐστίν, καὶ οὐδέποτ᾽ ἀγανακτήσετε. [7]ἀλλ᾽ γυνή μοι κακῶς χρῆται.’ καλῶς. ἄν τίς σου πυνθάνηται, τί ἐστι τοῦτο, λέγε γυνή μοι κακῶς χρῆται.’ ‘ἄλλο οὖν οὐδέν;’ [8] οὐδέν. ‘ πατήρ μοι οὐδὲν δίδωσιν.’ ... ὅτι δὲ κακόν ἐστιν, τοῦτο ἔσωθεν αὐτῷ δεῖ προσθεῖναι καὶ προσκαταψεύσασθαι; [9] διὰ τοῦτο οὐ δεῖ τὴν πενίαν ἐκβάλλειν, ἀλλὰ τὸ δόγμα τὸ περὶ αὐτῆς, καὶ οὕτως εὐροήσομεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: