previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σποράδην τινά.

ὡς οἱ κακοὶ τραγῳδοὶ μόνοι ᾆσαι οὐ δύνανται, ἀλλὰ μετὰ πολλῶν, οὕτως ἔνιοι μόνοι περιπατῆσαι οὐ δύνανται. [2] ἄνθρωπε, εἴ τις εἶ, καὶ μόνος περιπάτησον καὶ σαυτῷ λάλησον καὶ μὴ ἐν τῷ χορῷ κρύπτου. [3] σκώφθητί ποτε, περίβλεψαι, ἐνσείσθητι, ἵνα γνῷς, τίς εἶ.

[4] ὅταν τις ὕδωρ πίνῃ ποιῇ τι ἀσκητικόν, ἐκ πάσης ἀφορμῆς λέγει αὐτὸ πρὸς πάντας. [5]ἐγὼ ὕδωρ πίνω.’ διὰ γὰρ τοῦτο ὕδωρ πίνεις, διὰ γὰρ τὸ ὕδωρ πίνειν; ἄνθρωπε, εἴ σοι λυσιτελεῖν πίνειν, πῖνε: εἰ δὲ μή, γελοίως ποιεῖς. [6] εἰ δὲ συμφέρει σοι καὶ πίνεις, σιώπα πρὸς τοὺς δυσαρεστοῦντας τοῖς ἀνθρώποις. τί οὖν; αὐτοῖς τούτοις ἀρέσκειν θέλεις;

[7] τῶν πραττομένων τὰ μὲν προηγουμένως πράττεται, τὰ δὲ κατὰ περίστασιν, τὰ δὲ κατ᾽ οἰκονομίαν, τὰ δὲ κατὰ συμπεριφοράν, τὰ δὲ κατ᾽ ἔνστασιν.

[8] δύο ταῦτα ἐξελεῖν τῶν ἀνθρώπων, οἴησιν καὶ ἀπιστίαν. οἴησις μὲν οὖν ἐστι τὸ δοκεῖν μηδενὸς προσδεῖσθαι, ἀπιστία δὲ τὸ ὑπολαμβάνειν μὴ δυνατὸν εἶναι εὐροεῖν τοσούτων περιεστηκότων. [9] τὴν μὲν οὖν οἴησιν ἔλεγχος ἐξαιρεῖ, καὶ τοῦτο πρῶτον ποιεῖ Σωκράτης. ὅτι δ᾽ οὐκ ἀδύνατόν ἐστι τὸ πρᾶγμα, σκέψαι καὶ ζήτησον. οὐδέν σε βλάψει ζήτησις αὕτη: [10] καὶ σχεδὸν τὸ φιλοσοφεῖν τοῦτ᾽ ἔστι, ζητεῖν, πῶς ἐνδέχεται ἀπαραποδίστως ὀρέξει χρῆσθαι καὶ ἐκκλίσει.

[11]κρείσσων εἰμὶ σοῦ: γὰρ πατήρ μου ὑπατικός ἐστιν.’ ἄλλος λέγει [12]ἐγὼ δεδημάρχηκα, σὺ δ᾽ οὔ.’ εἰ δ᾽ ἵπποι ἦμεν, ἔλεγες ἂν ὅτι πατήρ μου ὠκύτερος ἦν ὅτιἐγὼ ἔχω πολλὰς κριθὰς καὶ χόρτον ὅτικομψὰ περιτραχήλια;’ εἰ οὖν ταῦτά σου λέγοντος εἶπον ὅτιἔστω ταῦτα, τρέχωμεν οὖν;’ [13] ἄγε, ἐπ᾽ ἀνθρώπου οὖν οὐδέν ἐστι τοιοῦτον οἷον ἐφ᾽ ἵππου δρόμος, ἐξ οὗ γνωσθήσεται χείρων καὶ κρείττων; μήποτ᾽ ἐστὶν αἰδώς, πίστις, δικαιοσύνη; [14] τούτοις δείκνυε κρείττονα σεαυτόν, ἵν᾽ ὡς ἄνθρωπος κρείττων. ἄν μοι λέγῃς ὅτιμεγάλα λακτίζω,’ ἐρῶ σοι κἀγὼ ὅτιἐπὶ ὄνου ἔργῳ μέγα φρονεῖς.’


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: