σποράδην τινά.
εἰσί τινες ὡς ἐκ νόμου διατεταγμέναι κολάσεις τοῖς ἀπειθοῦσι τῇ θείᾳ διοικήσει: [2] ‘ὃς ἂν ἄλλο τι ἡγήσηται ἀγαθὸν παρὰ τὰ προαιρετικά, φθονείτω, ἐπιθυμείτω, κολακευέτω, ταρασσέσθω: ὃς ἂν ἄλλο κακόν, λυπείσθω, πενθείτω, θρηνείτω, δυστυχείτω.’ [3] καὶ ὅμως οὕτως πικρῶς κολαζόμενοι ἀποστῆναι οὐ δυνάμεθα. μέμνησο, τί λέγει ὁ ποιητὴς περὶ τοῦ ξένου: [4]τοῦτο οὖν καὶ ἐπὶ πατρὸς πρόχειρον ἔχειν: [5] οὔ μοι θέμις ἔστ᾽ οὐδ᾽ εἰ κακίων σέθεν ἔλθοι, πατέρ᾽ ἀτιμῆσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Πατρῴου: [6] καὶ ἐπ᾽ ἀδελφῷ: πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Ὁμογνίου. καὶ οὕτως κατὰ τὰς ἄλλας σχέσεις εὑρήσομεν ἐπόπτην τὸν Δία.
ξεῖν᾽, οὔ μοι θέμις ἔστ᾽ι καὶ, οὐδ᾽ εἰ κακίων σέθεν ἔλθοι,
ξεῖνον ἀτιμῆσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε.