previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πῶς φέρειν δεῖ τὰς νόσους.

ἑκάστου δόγματος ὅταν χρεία παρῇ, πρόχειρον αὐτὸ ἔχειν δεῖ: ἐπ᾽ ἀρίστῳ τὰ περὶ ἀρίστου, ἐν βαλανείῳ τὰ περὶ βαλανείου, ἐν κοίτῃ τὰ περὶ κοίτης. [2]

μηδ᾽ ὕπνον μαλακοῖσιν ἐπ᾽ ὄμμασι προσδέξασθαι,
πρὶν τῶν ἡμερινῶν ἔργων λογίσασθαι ἕκαστα: [3]
πῇ παρέβην; τί δ᾽ ἔρεξα; τί μοι δέον οὐ τετέλεσται;
ἀρξάμενος δ᾽ ἀπὸ τοῦδεἐπέξιθι: καὶ μετέπειτα
δειλὰ μὲνῥέξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου.
καὶ τούτους τοὺς στίχους κατέχειν χρηστικῶς, [4] οὐχ ἵνα δι᾽ αὐτῶν ἀναφωνῶμεν, ὡς διὰ τοῦ Παιὰν Ἄπολλον. πάλιν ἐν πυρετῷ τὰ πρὸς τοῦτο: [5] μή, ἂν πυρέξωμεν, ἀφιέναι πάντα καὶ ἐπιλανθάνεσθαι: ‘ἂν ἐγὼ ἔτι φιλοσοφήσω, θέλει γινέσθω. πού ποτ᾽ ἀπελθόντα τοῦ σωματίου ἐπιμελεῖσθαι †’ [6] εἴ τε καὶ πυρετὸς οὐκ ἔρχεται. τὸ δὲ φιλοσοφῆσαι τί ἐστιν; οὐχὶ παρασκευάσασθαι πρὸς τὰ συμβαίνοντα; οὐ παρακολουθεῖς οὖν, ὅτι τοιοῦτόν τι λέγειςἂν ἔτι ἐγὼ παρασκευάσωμαι πρὸς τὸ πρᾴως φέρειν τὰ συμβαίνοντα, θέλει γινέσθω;’ οἷον εἴ τις πληγὰς λαβὼν ἀποσταίη τοῦ παγκρατιάζειν. [7] ἀλλ᾽ ἐκεῖ μὲν ἔξεστι καταλῦσαι καὶ μὴ δέρεσθαι, ἐνθάδε δ᾽ ἂν καταλύσωμεν φιλοσοφοῦντες, τί ὄφελος; τί οὖν δεῖ λέγειν αὐτὸν ἐφ᾽ ἑκάστου τῶν τραχέων; ὅτιἕνεκα τούτου ἐγυμναζόμην, ἐπὶ τοῦτο ἤσκουν.’ [8] θεός σοι λέγειδός μοι ἀπόδειξιν, εἰ νομίμως ἤθλησας, εἰ ἔφαγες ὅσα δεῖ, εἰ ἐγυμνάσθης, εἰ τοῦ ἀλείπτου ἤκουσας:’ εἶτ᾽ ἐπ᾽ αὐτοῦ τοῦ ἔργου καταμαλακίζῃ; νῦν τοῦ πυρέττειν καιρός ἐστιν, τοῦτο καλῶς γινέσθω: τοῦ διψᾶν, δίψα καλῶς: τοῦ πεινᾶν, πείνα καλῶς. [9] οὐκ ἐξἔστιν ἐπὶ σοί; τίς σε κωλύσει; ἀλλὰ πιεῖν μὲν κωλύσει ἰατρός, καλῶς δὲ διψᾶν οὐ δύναται: καὶ φαγεῖν μὲν κωλύσει, πεινᾶν δὲ καλῶς οὐ δύναται.

ἀλλ᾽ οὐ φιλολογῶ; [10]τίνος δ᾽ ἕνεκα φιλολογεῖς; ἀνδράποδον, οὐχ ἵνα εὐροῇς; οὐχ ἵνα εὐσταθῇς; οὐχ ἵνα κατὰ φύσιν ἔχῃς καὶ διεξάγῃς; [11] τί κωλύει πυρέσσοντα κατὰ φύσιν ἔχειν τὸ ἡγεμονικόν; ἐνθάδ᾽ ἔλεγχος τοῦ πράγματος, δοκιμασία τοῦ φιλοσοφοῦντος. μέρος γάρ ἐστι καὶ τοῦτο τοῦ βίου, ὡς περίπατος, ὡς πλοῦς, ὡς ὁδοιπορία, οὕτως καὶ πυρετός. [12] μή τι περιπατῶν ἀναγιγνώσκεις; — οὔ. — οὕτως οὐδὲ πυρέσσων. ἀλλ᾽ ἂν καλῶς περιπατῇς, ἔχεις τὸ τοῦ περιπατοῦντος: ἂν καλῶς πυρέξῃς, ἔχεις τὰ τοῦ πυρέσσοντος. [13] τί ἐστι καλῶς πυρέσσειν; μὴ θεὸν μέμψασθαι, μὴ ἄνθρωπον, μὴ θλιβῆναι ὑπὸ τῶν γινομένων, εὖ καὶ καλῶς προσδέχεσθαι τὸν θάνατον, ποιεῖν τὰ προστασσόμενα: ὅταν ἰατρὸς εἰσέρχηται, μὴ φοβεῖσθαι, τί εἴπῃ, μηδ᾽ ἂν εἴπῃκομψῶς ἔχεις,’ ὑπερχαίρειν: τί γάρ σοι ἀγαθὸν εἶπεν; ὅτε γὰρ ὑγίαινες, τί σοι ἦν ἀγαθόν; [14] μηδ᾽ ἂν εἴπῃκακῶς ἔχεις,’ ἀθυμεῖν: τί γάρ ἐστι τὸ κακῶς ἔχειν; ἐγγίζειν τῷ διαλυθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. τί οὖν δεινόν ἐστιν; ἐὰν νῦν μὴ ἐγγίσῃς, ὕστερον οὐκ ἐγγιεῖς; ἀλλὰ κόσμος μέλλει ἀνατρέπεσθαι σοῦ ἀποθανόντος; [15] τί οὖν κολακεύεις τὸν ἰατρόν; τί λέγειςἐὰν σὺ θέλῃς, κύριε, καλῶς ἕξω;’ τί παρέχεις αὐτῷ ἀφορμὴν τοῦ ἐπᾶραι ὀφρῦν; οὐχὶ δὲ τὴν αὑτοῦ ἀξίαν αὐτῷ ἀποδίδως, ὡς σκυτεῖ περὶ τὸν πόδα, ὡς τέκτονι περὶ τὴν οἰκίαν, οὕτως καὶ τῷ ἰατρῷ περὶ τὸ σωμάτιον, τὸ οὐκ ἐμόν, τὸ φύσει νεκρόν; τούτων καιρός ἐστι τῷ πυρέσσοντι: ἂν ταῦτα ἐκπληρώσῃ, ἔχει τὰ αὑτοῦ. [16] οὐ γάρ ἐστιν ἔργον τοῦ φιλοσόφου ταῦτα τὰ ἐκτὸς τηρεῖν, οὔτε τὸ οἰνάριον οὔτε τὸ ἐλάδιον οὔτε τὸ σωμάτιον, ἀλλὰ τί; τὸ ἴδιον ἡγεμονικόν. τὰ δ᾽ ἔξω πῶς; μέχρι τοῦ μὴ ἀλογίστως κατὰ ταῦτα ἀναστρέφεσθαι. [17] ποῦ οὖν ἔτι καιρὸς τοῦ φοβεῖσθαι; ποῦ οὖν ἔτι καιρὸς ὀργῆς; ποῦ φόβου περὶ τῶν ἀλλοτρίων, περὶ τῶν μηδενὸς ἀξίων; [18] δύο γὰρ ταῦτα πρόχειρα ἔχειν δεῖ: ὅτι ἔξω τῆς προαιρέσεως οὐδέν ἐστιν οὔτε ἀγαθὸν οὔτε κακὸν καὶ ὅτι οὐ δεῖ προηγεῖσθαι τῶν πραγμάτων, ἀλλ᾽ ἐπακολουθεῖν. [19]οὐκ ἔδει οὕτως μοι προσενεχθῆναι τὸν ἀδελφόν.’ οὔ: ἀλλὰ τοῦτο μὲν ἐκεῖνος ὄψεται. ἐγὼ δ᾽, ὡς ἂν προσενεχθῇ, αὐτὸς ὡς δεῖ χρήσομαι τοῖς πρὸς ἐκεῖνον. [20] τοῦτο γὰρ ἐμόν ἐστιν, ἐκεῖνο δ᾽ ἀλλότριον: τοῦτο οὐδεὶς κωλῦσαι δύναται, ἐκεῖνο κωλύεται.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: