previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πῶς μαντευτέον.

διὰ τὸ ἀκαίρως μαντεύεσθαι πολλοὶ καθήκοντα πολλὰ παραλείπομεν. [2] τί γὰρ μάντις δύναται πλέον ἰδεῖν θανάτου κινδύνου νόσου ὅλως τῶν τοιούτων; [3] ἂν οὖν δέῃ κινδυνεῦσαι ὑπὲρ τοῦ φίλου, ἂν δὲ καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ καθήκῃ, ποῦ μοι καιρὸς ἔτι μαντεύεσθαι; οὐκ ἔχω τὸν μάντιν ἔσω τὸν εἰρηκότα μοι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, τὸν ἐξηγημένον τὰ σημεῖα ἀμφοτέρων; [4] τί οὖν ἔτι χρείαν ἔχω τῶν σπλάγχνων τῶν οἰωνῶν; ἀλλ᾽ ἀνέχομαι λέγοντος ἐκείνουσυμφέρει σοι;’ τί γάρ ἐστι συμφέρον οἶδεν; [5] τί ἐστιν ἀγαθὸν οἶδεν; μεμάθηκεν ὥσπερ τὰ σημεῖα τῶν σπλάγχνων οὕτως σημεῖα τίνα ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ τούτων οἶδεν σημεῖα, καὶ καλῶν καὶ αἰσχρῶν οἶδεν καὶ δικαίων καὶ ἀδίκων. [6] ἄνθρωπε, σύ μοι λέγε τί σημαίνεται, ζωὴ θάνατος, πενία πλοῦτος: πότερον δὲ συμφέρει ταῦτα ἀσύμφορά ἐστιν, σοῦ μέλλω πυνθάνεσθαι; [7] διὰ τί ἐν γραμματικοῖς οὐ λέγεις; ἐνθάδ᾽ οὖν, ὅπου πάντες ἄνθρωποι πλανώμεθα καὶ πρὸς ἀλλήλους μαχόμεθα; [8] διὰ τοῦτο γυνὴ καλῶς εἶπεν πέμψαι θέλουσα τῇ Γρατίλλῃ ἐξωρισμένῃ τὸ πλοῖον τῶν ἐπιμηνίων κατὰ τὸν εἰπόντα ὅτιἀφαιρήσεται αὐτὰ Δομιτιανὸς’ ‘μᾶλλον θέλω,’ φησίν, ‘ἵν᾽ ἐκεῖνος αὐτὰ ἀφέληται ἵν᾽ ἐγὼ μὴ πέμψω.’

[9] τί οὖν ἡμᾶς ἐπὶ τὸ οὕτω συνεχῶς μαντεύεσθαι ἄγει; δειλία, τὸ φοβεῖσθαι τὰς ἐκβάσεις. διὰ τοῦτο κολακεύομεν τοὺς μάντεις: ‘κληρονομήσω, κύριε, τὸν πατέρα;’ ‘ἴδωμεν: ἐπεκθυσώμεθα.’ ‘ναί, κύριε, ὡς τύχη θέλει.’ εἶτ᾽ ἂν εἴπῃκληρονομήσεις,’ ὡς παρ᾽ αὐτοῦ τὴν κληρονομίαν εἰληφότες εὐχαριστοῦμεν αὐτῷ. διὰ τοῦτο κἀκεῖνοι λοιπὸν ἐμπαίζουσιν ἡμῖν. [10] τί οὖν; δεῖ δίχα ὀρέξεως ἔρχεσθαι καὶ ἐκκλίσεως, ὡς ὁδοιπόρος πυνθάνεται παρὰ τοῦ ἀπαντήσαντος, ποτέραν τῶν ὁδῶν φέρει, οὐκ ἔχων ὄρεξιν πρὸς τὸ τὴν δεξιὰν μᾶλλον φέρειν τὴν ἀριστεράν: οὐ γὰρ τούτων τινὰ ἀπελθεῖν θέλει, ἀλλὰ τὴν φέρουσαν. [11] οὕτως ἔδει καὶ ἐπὶ τὸν θεὸν ἔρχεσθαι ὡς ὁδηγόν, ὡς τοῖς ὀφθαλμοῖς χρώμεθα, οὐ παρακαλοῦντες αὐτοὺς ἵνα τὰ τοιαῦτα μᾶλλον ἡμῖν δεικνύωσιν, ἀλλ᾽ οἷα ἐνδείκνυνται τούτων τὰς φαντασίας δεχόμενοι. [12] νῦν δὲ τρέμοντες τὸ ὀρνιθάριον κρατοῦμεν καὶ τὸν θεὸν ἐπικαλούμενοι δεόμεθα αὐτοῦ: [13]κύριε, ἐλέησον: ἐπίτρεψόν μοι ἐξελθεῖν.’ ἀνδράποδον, ἄλλο γάρ τι θέλεις τὸ ἄμεινον; ἄλλο οὖν τι ἄμεινον τὸ τῷ θεῷ δοκοῦν; [14] τί τὸ ὅσον ἐπὶ σοὶ διαφθείρεις τὸν κριτήν, παράγεις τὸν σύμβουλον;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: