previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πῶς συνυπάρχει μεγαλοφροσύνη καὶ ἐπιμέλεια.

αἱ ὗλαι ἀδιάφοροι, δὲ χρῆσις αὐτῶν οὐκ ἀδιάφορος. [2] πῶς οὖν τηρήσῃ τις ἅμα μὲν τὸ εὐσταθὲς καὶ ἀτάραχον, ἅμα δὲ τὸ ἐπιμελὲς καὶ μὴ εἰκαῖον μηδ᾽ ἐπισεσυρμένον; [3] ἂν μιμῆται τοὺς κυβεύοντας. αἱ ψῆφοι ἀδιάφοροι, οἱ κύβοι ἀδιάφοροι: πόθεν οἶδα, τί μέλλει πίπτειν; τῷ πεσόντι δ᾽ ἐπιμελῶς καὶ τεχνικῶς χρῆσθαι, τοῦτο ἤδη ἐμὸν ἔργον ἐστίν. [4] οὕτως τοίνυν τὸ μὲν προηγούμενον καὶ ἐπὶ τοῦ βίου ἔργον ἐκεῖνο: δίελε τὰ πράγματα καὶ διάστησον καὶ εἰπὲτὰ ἔξω οὐκ ἐπ᾽ ἐμοί: προαίρεσις ἐπ᾽ ἐμοί. [5] ποῦ ζητήσω τὸ ἀγαθὸν καὶ τὸ κακόν; ἔσω ἐν τοῖς ἐμοῖς.’ ἐν δὲ τοῖς ἀλλοτρίοις μηδέποτε μήτ᾽ ἀγαθὸν ὀνομάσῃς μήτε κακὸν μήτ᾽ ὠφέλειαν μήτε βλάβην μήτ᾽ ἄλλο τι τῶν τοιούτων.

[6] τί οὖν; ἀμελῶς τούτοις χρηστέον; οὐδαμῶς. τοῦτο γὰρ πάλιν τῇ προαιρέσει κακόν ἐστι καὶ ταύτῃ τὴν παρὰ φύσιν. [7] ἀλλ᾽ ἅμα μὲν ἐπιμελῶς, ὅτι χρῆσις οὐκ ἀδιάφορον, ἅμα δ᾽ εὐσταθῶς καὶ ἀταράχως, ὅτι ὕλη οὐ διαφέρουσα. [8] ὅπου γὰρ τὸ διαφέρον, ἐκεῖ οὔτε κωλῦσαί μέ τις δύναται οὔτ᾽ ἀναγκάσαι. ὅπου κωλυτὸς καὶ ἀναγκαστός εἰμι, ἐκείνων μὲν τεῦξις οὐκ ἐπ᾽ ἐμοὶ οὐδ᾽ ἀγαθὸν κακόν, χρῆσις δ᾽ κακὸν ἀγαθόν, ἀλλ᾽ ἐπ᾽ ἐμοί. [9] δύσκολον δὲ μῖξαι καὶ συναγαγεῖν ταῦτα, ἐπιμέλειαν τοῦ προσπεπονθότος ταῖς ὕλαις καὶ εὐστάθειαν τοῦ ἀνεπιστρεπτοῦντος, πλὴν οὐκ ἀδύνατον. εἰ δὲ μή, ἀδύνατον τὸ εὐδαιμονῆσαι. [10] ἀλλ᾽ οἷόν τι ἐπὶ τοῦ πλοῦ ποιοῦμεν. τί μοι δύναται; τὸ ἐκλέξασθαι τὸν κυβερνήτην, τοὺς ναύτας, τὴν ἡμέραν, τὸν καιρόν. [11] εἶτα χειμὼν ἐμπέπτωκεν. τί οὖν ἔτι μοι μέλει; τὰ γὰρ ἐμὰ ἐκπεπλήρωται. ἄλλου ἐστὶν ὑπόθεσις, τοῦ κυβερνήτου. ἀλλὰ καὶ ναῦς καταδύεται. [12] τί οὖν ἔχω ποιῆσαι; δύναμαι, τοῦτο μόνον ποιῶ: μὴ φοβούμενος ἀποπνίγομαι οὐδὲ κεκραγὼς οὐδ᾽ ἐγκαλῶν τῷ θεῷ, ἀλλ᾽ εἰδώς, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ. [13] οὐ γάρ εἰμι αἰών, ἀλλ᾽ ἄνθρωπος, μέρος τῶν πάντων ὡς ὥρα ἡμέρας. ἐνστῆναί με δεῖ ὡς τὴν ὥραν καὶ παρελθεῖν ὡς ὥραν. τί οὖν μοι διαφέρει πῶς παρέλθω, [14] πότερον πνιγεὶς πυρέξας; διὰ γὰρ τοιούτου τινὸς δεῖ παρελθεῖν με. [15]

τοῦτο ὄψει ποιοῦντας καὶ τοὺς σφαιρίζοντας ἐμπείρως. οὐδεὶς αὐτῶν διαφέρεται περὶ τοῦ ἁρπαστοῦ ὡς περὶ ἀγαθοῦ κακοῦ, περὶ δὲ τοῦ βάλλειν καὶ δέχεσθαι. [16] λοιπὸν ἐν τούτῳ εὐρυθμία, ἐν τούτῳ τέχνη, τὸ τάχος, εὐγνωμοσύνη, ἵν᾽ ἐγώ, μηδ᾽ ἂν τὸν κόλπον ἐκτείνω, δύναμαι λαβεῖν αὐτό, δέ, ἂν βάλω, λαμβάνει. [17] ἂν δὲ μετὰ ταραχῆς καὶ φόβου δεχώμεθα βάλλωμεν αὐτό, ποία ἔτι παιδιά, ποῦ δέ τις εὐσταθήσει, ποῦ δέ τις τὸ ἑξῆς ὄψεται ἐν αὐτῇ; ἀλλ᾽ μὲν ἐρεῖβάλε,’ δὲμὴ βάλῃς,’ δὲ † ‘μὴ ἀνέβαλες.’ τοῦτο δὴ μάχη ἐστὶ καὶ οὐ παιδιά.

[18] τοιγαροῦν Σωκράτης ᾔδει σφαιρίζειν. πῶς; παίζειν ἐν τῷ δικαστηρίῳ. ‘λέγε μοι,’ φησίν, ‘Ἄνυτε, πῶς με φῂς θεὸν οὐ νομίζειν; οἱ δαίμονές σοι τίνες εἶναι δοκοῦσιν; οὐχὶ ἤτοι θεῶν παῖδές εἰσιν ἐξ ἀνθρώπων καὶ θεῶν μεμιγμένοι τινές;’ [19] ὁμολογήσαντος δὲτίς οὖν σοι δοκεῖ δύνασθαι ἡμιόνους μὲν ἡγεῖσθαι εἶναι, ὄνους δὲ μή;’ ὡς ἁρπαστίῳ παίζων. καὶ τί ἐκεῖ ἐν μέσῳ ἁρπάστιον τότ᾽ ἦν; τὸ δεδέσθαι, τὸ φυγαδευθῆναι, τὸ πιεῖν φάρμακον, τὸ γυναικὸς ἀφαιρεθῆναι, τὸ τέκνα ὀρφανὰ καταλιπεῖν. [20] ταῦτα ἦν ἐν μέσῳ οἷς ἔπαιζεν, ἀλλ᾽ οὐδὲν ἧττον ἔπαιζεν καὶ ἐσφαίριζεν εὐρύθμως. οὕτως καὶ ἡμεῖς τὴν μὲν ἐπιμέλειαν σφαιριστικωτάτην, τὴν δ᾽ ἀδιαφορίαν ὡς ὑπὲρ ἁρπαστίου. [21] δεῖ γὰρ πάντως περί τινα τῶν ἐκτὸς ὑλῶν φιλοτεχνεῖν, ἀλλ᾽ οὐκ ἐκείνην ἀποδεχόμενον, ἀλλ᾽ οἵα ἂν ἐκείνη, τὴν περὶ αὐτὴν φιλοτεχνίαν ἐπιδεικνύοντα. οὕτως καὶ ὑφάντης οὐκ ἔρια ποιεῖ, ἀλλ᾽ οἷα ἂν παραλάβῃ περὶ αὐτὰ φιλοτεχνεῖ. [22] ἄλλος σοι δίδωσι τροφὰς καὶ κτῆσιν καὶ αὐτὰ ταῦτα δύναται ἀφελέσθαι καὶ τὸ σωμάτιον αὐτό. σὺ λοιπὸν παραλαβὼν τὴν ὕλην ἐργάζου. εἶτα ἂν ἐξέλθῃς μηδὲν παθών, [23] οἱ μὲν ἄλλοι ἀπαντῶντές σοι συγχαρήσονται ὅτι ἐσώθης, δ᾽ εἰδὼς βλέπειν τὰ τοιαῦτα, ἂν μὲν ἴδῃ ὅτι εὐσχημόνως ἀνεστράφης ἐν τούτῳ, ἐπαινέσει καὶ συνησθήσεται: ἂν δὲ δι᾽ ἀσχημοσύνην τινὰ διασεσωσμένον, τὰ ἐναντία. ὅπου γὰρ τὸ χαίρειν εὐλόγως, ἐκεῖ καὶ τὸ συγχαίρειν. [24]

πῶς οὖν λέγεται τῶν ἐκτός τινα κατὰ φύσιν καὶ παρὰ φύσιν; ὥσπερ ἂν εἰ ἀπόλυτοι ἦμεν. τῷ γὰρ ποδὶ κατὰ φύσιν εἶναι ἐρῶ τὸ καθαρῷ εἶναι, ἀλλ᾽, ἂν αὐτὸν ὡς πόδα λάβῃς καὶ ὡς μὴ ἀπόλυτον, καθήξει αὐτὸν καὶ εἰς πηλὸν ἐμβαίνειν καὶ ἀκάνθας πατῆσαι καὶ ἔστιν ὅτε ἀποκοπῆναι ὑπὲρ τοῦ ὅλου: εἰ δὲ μή, οὐκέτι ἔσται πούς. τοιοῦτόν τι καὶ ἐφ᾽ ἡμῶν ὑπολαβεῖν δεῖ. [25] τί εἶ; ἄνθρωπος. εἰ μὲν ὡς ἀπόλυτον σκοπεῖς, κατὰ φύσιν ἐστὶ ζῆσαι μέχρι γήρως, πλουτεῖν, ὑγιαίνειν. εἰ δ᾽ ὡς ἄνθρωπον σκοπεῖς καὶ μέρος ὅλου τινός, δι᾽ ἐκεῖνο τὸ ὅλον νῦν μέν σοι νοσῆσαι καθήκει, νῦν δὲ πλεῦσαι καὶ κινδυνεῦσαι, νῦν δ᾽ ἀπορηθῆναι, πρὸ ὥρας δ᾽ ἔστιν ὅτ᾽ ἀποθανεῖν. [26] τί οὖν ἀγανακτεῖς; οὐκ οἶδας ὅτι ὡς ἐκεῖνος οὐκέτι ἔσται πούς, οὕτως οὐδὲ σὺ ἄνθρωπος; τί γάρ ἐστιν ἄνθρωπος; μέρος πόλεως, πρώτης μὲν τῆς ἐκ θεῶν καὶ ἀνθρώπων, μετὰ ταῦτα δὲ τῆς ὡς ἔγγιστα λεγομένης, τί ἐστι μικρὸν τῆς ὅλης μίμημα. [27]νῦν οὖν ἐμὲ κρίνεσθαι;’ νῦν οὖν ἄλλον πυρέσσειν, ἄλλον πλεῖν, ἄλλον ἀποθνῄσκειν, ἄλλον κατακεκρίσθαι; ἀδύνατον γὰρ ἐν τοιούτῳ σώματι, ἐν τούτῳ τῷ περιέχοντι, τούτοις τοῖς συζῶσιν μὴ συμπίπτειν ἄλλοις ἄλλα τοιαῦτα. [28] σὸν οὖν ἔργον ἐλθόντα εἰπεῖν δεῖ, διαθέσθαι ταῦτα ὡς ἐπιβάλλει. [29] εἶτα ἐκεῖνος λέγεικρίνω σε ἀδικεῖν.’ ‘εὖ σοι γένοιτο. ἐποίησα ἐγὼ τὸ ἐμόν, εἰ δὲ καὶ σὺ τὸ σὸν ἐποίησας, ὄψει αὐτός.’ ἔστι γάρ τις κἀκείνου κίνδυνος, μή σε λανθανέτω.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: