previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τί τὸ ἴδιον τοῦ ἁμαρτήματος.

πᾶν ἁμάρτημα μάχην περιέχει. ἐπεὶ γὰρ ἁμαρτάνων οὐ θέλει ἁμαρτάνειν, ἀλλὰ κατορθῶσαι, δῆλον ὅτι μὲν θέλει οὐ ποιεῖ. [2] τί γὰρ κλέπτης θέλει πρᾶξαι; τὸ αὑτῷ συμφέρον. οὐκ οὖν, εἰ ἀσύμφορόν ἐστιν αὐτῷ τὸ κλέπτειν, μὲν θέλει ποιεῖ. [3] πᾶσα δὲ ψυχὴ λογικὴ φύσει διαβέβληται πρὸς μάχην: καὶ μέχρι μὲν ἂν μὴ παρακολουθῇ τούτῳ, ὅτι ἐν μάχῃ ἐστίν, οὐδὲν κωλύεται τὰ μαχόμενα ποιεῖν: παρακολουθήσαντα δὲ πολλὴ ἀνάγκη ἀποστῆναι τῆς μάχης καὶ φυγεῖν οὕτως ὡς καὶ ἀπὸ τοῦ ψεύδους ἀνανεῦσαι πικρὰ ἀνάγκη τῷ αἰσθανομένῳ, ὅτι ψεῦδός ἐστιν: μέχρι δὲ τοῦτο μὴ φαντάζηται, ὡς ἀληθεῖ ἐπινεύει αὐτῷ. [4] δεινὸς οὖν ἐν λόγῳ, δ᾽ αὐτὸς καὶ προτρεπτικὸς καὶ ἐλεγκτικὸς οὗτος δυνάμενος ἑκάστῳ παραδεῖξαι τὴν μάχην, καθ᾽ ἣν ἁμαρτάνει, καὶ σαφῶς παραστῆσαι, πῶς θέλει οὐ ποιεῖ καὶ μὴ θέλει ποιεῖ. [5] ἂν γὰρ τοῦτο δείξῃ τις, αὐτὸς ἀφ᾽ αὑτοῦ ἀναποχωρήσει. μέχρι δὲ μὴ δεικνύῃς, μὴ θαύμαζε, εἰ ἐπιμένει: κατορθώματος γὰρ φαντασίαν λαμβάνων ποιεῖ αὐτό. [6] διὰ τοῦτο καὶ Σωκράτης ταύτῃ τῇ δυνάμει πεποιθὼς ἔλεγεν ὅτιἐγὼ ἄλλον μὲν οὐδένα εἴωθα παρέχειν μάρτυρα ὧν λέγω, ἀρκοῦμαι δ᾽ ἀεὶ τῷ προσδιαλεγομένῳ καὶ ἐκεῖνον ἐπιψηφίζω καὶ καλῶ μάρτυρα καὶ εἷς ὢν οὗτος ἀρκεῖ μοι ἀντὶ πάντων.’ [7] ᾔδει γάρ, ὑπὸ τίνος λογικὴ ψυχὴ κινεῖται †, ζυγῷ ἐπιρρέψει, ἄν τε θέλῃς ἄν τε μή. λογικῷ ἡγεμονικῷ δεῖξον μάχην καὶ ἀποστήσεται: ἂν δὲ μὴ δεικνύῃς, αὐτὸς σαυτῷ μᾶλλον ἐγκάλει τῷ μὴ πειθομένῳ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: