previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς Νάσωνα.

εἰσελθόντος τινὸς τῶν Ῥωμαικῶν μετὰ υἱοῦ καὶ ἐπακούοντος ἑνὸς ἀναγνώσματος Οὗτος, ἔφη, τρόπος ἐστὶ τῆς διδασκαλίας καὶ ἀπεσιώπησεν. [2] ἀξιοῦντος δ᾽ ἐκείνου εὑρεῖν τὰ ἑξῆς Κόπον ἔχει, ἔφη, πᾶσα τέχνη τῷ ἰδιώτῃ καὶ ἀπείρῳ αὐτῆς, ὅταν παραδιδῶται. [3] καὶ τὰ μὲν ἀπὸ τῶν τεχνῶν γινόμενα τήν τε χρείαν εὐθὺς ἐνδείκνυται πρὸς γέγονεν καὶ τὰ πλεῖστα αὐτῶν ἔχει τι καὶ ἀγωγὸν καὶ ἐπίχαρι. [4] καὶ γὰρ σκυτεὺς πῶς μὲν μανθάνει τις παρεῖναι καὶ παρακολουθεῖν ἀτερπές, τὸ δ᾽ ὑπόδημα χρήσιμον καὶ ἰδεῖν ἄλλως οὐκ ἀηδές. [5] καὶ τέκτονος μὲν μάθησις ἀνιαρὰ μάλιστα τῷ ἰδιώτῃ παρατυγχάνοντι, τὸ δ᾽ ἔργον ἐπιδείκνυσι τὴν χρείαν τῆς τέχνης. [6] πολὺ δὲ μᾶλλον ἐπὶ μουσικῆς ὄψει αὐτό: ἂν γὰρ παρῇς τῷ διδασκομένῳ, φανεῖταί σοι πάντων ἀτερπέστατον τὸ μάθημα, τὰ μέντοι ἀπὸ τῆς μουσικῆς ἡδέα καὶ ἐπιτερπῆ τοῖς ἰδιώταις ἀκούειν. [7] καὶ ἐνταῦθα τὸ μὲν ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα, ὅτι δεῖ τὴν αὑτοῦ βούλησιν συναρμόσαι τοῖς γινομένοις, ὡς μήτε τι τῶν γινομένων ἀκόντων ἡμῶν γίνεσθαι μήτε τῶν μὴ γινομένων θελόντων ἡμῶν μὴ γίνεσθαι. [8] ἐξ οὗ περίεστι τοῖς συστησαμένοις αὐτὸ ἐν ὀρέξει μὴ ἀποτυγχάνειν, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτειν, ἀλύπως, ἀφόβως, ἀταράχως διεξάγειν καθ᾽ αὑτὸν μετὰ τῶν κοινωνῶν τηροῦντα τὰς σχέσεις τάς τε φυσικὰς καὶ ἐπιθέτους, τὸν υἱόν, τὸν πατέρα, τὸν ἀδελφόν, τὸν πολίτην, τὸν ἄνδρα, τὴν γυναῖκα, τὸν γείτονα, τὸν σύνοδον, τὸν ἄρχοντα, τὸν ἀρχόμενον. [9]

τὸ ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα. λοιπὸν ἐφεξῆς τούτῳ ζητοῦμεν, πῶς ἔσται τοῦτο. ὁρῶμεν οὖν ὅτι τέκτων μαθών τινα γίνεται τέκτων, [10] κυβερνήτης μαθών τινα γίνεται κυβερνήτης. μή ποτ᾽ οὖν καὶ ἐνθάδε οὐκ ἀπαρκεῖ τὸ βούλεσθαι καλὸν καὶ ἀγαθὸν γενέσθαι, χρεία δὲ καὶ μαθεῖν τινα; ζητοῦμεν οὖν τίνα ταῦτα. [11] λέγουσιν οἱ φιλόσοφοι, ὅτι μαθεῖν δεῖ πρῶτον τοῦτο, ὅτι ἔστι θεὸς καὶ προνοεῖ τῶν ὅλων καὶ οὐκ ἔστι λαθεῖν αὐτὸν οὐ μόνον ποιοῦντα, ἀλλ᾽ οὐδὲ διανοούμενον ἐνθυμούμενον: εἶτα ποῖοί τινες εἰσίν. [12] οἷοι γὰρ ἂν ἐκεῖνοι εὑρεθῶσιν, τὸν ἐκείνοις ἀρέσοντα καὶ πεισθησόμενον ἀνάγκη πειρᾶσθαι κατὰ δύναμιν ἐξομοιοῦσθαι ἐκείνοις: [13] εἰ πιστόν ἐστι τὸ θεῖον, καὶ τοῦτον εἶναι πιστόν: εἰ ἐλεύθερον, καὶ τοῦτον ἐλεύθερον: εἰ εὐεργετικόν, καὶ τοῦτον εὐεργετικόν: εἰ μεγαλόφρον, καὶ τοῦτον μεγαλόφρονα: ὡς θεοῦ τοίνυν ζηλωτὴν τὰ ἑξῆς πάντα καὶ ποιεῖν καὶ λέγειν.

πόθεν οὖν ἄρξασθαι δεῖ; [14]ἂν συγκαθῇς, ἐρῶ σοι ὅτι πρῶτον δεῖ σε τοῖς ὀνόμασι παρακολουθεῖν. — ὥστ᾽ ἐγὼ νῦν οὐ παρακολουθῶ τοῖς ὀνόμασιν; [15]οὐ παρακολουθεῖς. — πῶς οὖν χρῶμαι αὐτοῖς; — οὕτως ὡς οἱ ἀγράμματοι ταῖς ἐγγραμμάτοις φωναῖς, ὡς τὰ κτήνη ταῖς φαντασίαις: ἄλλο γάρ ἐστι χρῆσις, ἄλλο παρακολούθησις. [16] εἰ δ᾽ οἴει παρακολουθεῖν, φέρε θέλεις ὄνομα καὶ βασανίσωμεν αὑτούς, εἰ παρακολουθοῦμεν. [17]ἀλλ᾽ ἀνιαρὸν τὸ ἐξελέγχεσθαι πρεσβύτερον ἄνθρωπον ἤδη κἂν οὕτως τύχῃ τὰς τρεῖς στρατείας ἐστρατευμένον. [18]οἶδα κἀγώ. νῦν γὰρ σὺ ἐλήλυθας πρὸς ἐμὲ ὡς μηδενὸς δεόμενος. τίνος δ᾽ ἂν καὶ φαντασθείης ὡς ἐνδέοντος; πλουτεῖς, τέκνα ἔχεις τυχὸν καὶ γυναῖκα καὶ οἰκέτας πολλούς, Καῖσάρ σε οἶδεν, ἐν Ῥώμῃ πολλοὺς φίλους κέκτησαι, τὰ καθήκοντα ἀποδίδως, οἶδας τὸν εὖ ποιοῦντα ἀντευποιῆσαι καὶ τὸν κακῶς ποιοῦντα κακῶς ποιῆσαι. [19] τί σοι λείπει; ἂν οὖν σοι δείξω, ὅτι τὰ ἀναγκαιότατα καὶ μέγιστα πρὸς εὐδαιμονίαν καὶ ὅτι μέχρι δεῦρο πάντων μᾶλλον τῶν προσηκόντων ἐπιμεμέλησαι, καὶ τὸν κολοφῶνα ἐπιθῶ: οὔτε τί θεός ἐστιν οἶδας οὔτε τί ἄνθρωπος οὔτε τί ἀγαθὸν οὔτε τί κακόν, [20] καὶ τὸ μὲν τῶν ἄλλων ἴσως ἀνεκτόν, ὅτι δ᾽ αὐτὸς αὑτὸν ἀγνοεῖς, πῶς δύνασαι ἀνασχέσθαι μου καὶ ὑποσχεῖν τὸν ἔλεγχον καὶ παραμεῖναι; [21] οὐδαμῶς, ἀλλ᾽ εὐθὺς ἀπαλλάσσῃ χαλεπῶς ἔχων. καίτοι τί σοι ἐγὼ κακὸν πεποίηκα; εἰ μὴ καὶ τὸ ἔσοπτρον τῷ αἰσχρῷ, ὅτι δεικνύει αὐτὸν αὐτῷ οἷός ἐστιν: εἰ μὴ καὶ ἰατρὸς τὸν νοσοῦντα ὅταν αὐτὸν ὑβρίζει, ὅταν εἴπῃ αὐτῷἄνθρωπε, δοκεῖς μηδὲν ἔχειν, πυρέσσεις δέ: ἀσίτησον σήμερον, ὕδωρ πίε:’ καὶ οὐδεὶς λέγει δεινῆς ὕβρεως.’ [22] ἐὰν δέ τινι εἴπῃςαἱ ὀρέξεις σου φλεγμαίνουσιν, αἱ ἐκκλίσεις ταπειναί εἰσιν, αἱ ἐπιβολαὶ ἀνομολογούμεναι, αἱ ὁρμαὶ ἀσύμφωνοι τῇ φύσει, αἱ ὑπολήψεις εἰκαῖαι καὶ ἐψευσμέναι,’ εὐθὺς ἐξελθὼν λέγειὕβρισέν με.’

[23] τοιαῦτά ἐστι τὰ ἡμέτερα ὡς ἐν πανηγύρει. τὰ μὲν κτήνη παραθησόμενα ἄγεται καὶ οἱ βόες, οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων οἱ μὲν ὠνησόμενοι οἱ δὲ πωλήσοντες: ὀλίγοι δέ τινές εἰσιν οἱ κατὰ θέαν ἐρχόμενοι τῆς πανηγύρεως, πῶς τοῦτο γίνεται καὶ διὰ τί καὶ τίνες οἱ τιθέντες τὴν πανήγυριν καὶ ἐπὶ τίνι. [24] οὕτως καὶ ἐνθάδ᾽ ἐν τῇ πανηγύρει ταύτῃ: οἱ μέν τινες ὡς κτήνη οὐδὲν πλέον πολυπραγμονοῦσι τοῦ χόρτου: ὅσοι γὰρ περὶ κτῆσιν καὶ ἀγροὺς καὶ οἰκέτας καὶ ἀρχάς τινας ἀναστρέφεσθε, ταῦτα οὐδὲν ἄλλο χόρτος ἐστίν: [25] ὀλίγοι δ᾽ εἰσὶν οἱ πανηγυρίζοντες ἄνθρωποι φιλοθεάμονες. τί ποτ᾽ οὖν ἐστιν κόσμος, τίς αὐτὸν διοικεῖ. οὐδείς; [26] καὶ πῶς οἷόν τε πόλιν μὲν οἶκον μὴ δύνασθαι διαμένειν μηδ᾽ ὀλιγοστὸν χρόνον δίχα τοῦ διοικοῦντος καὶ ἐπιμελομένου, τὸ δ᾽ οὕτως μέγα καὶ καλὸν κατασκεύασμα εἰκῇ καὶ ὡς ἔτυχεν οὕτως εὐτάκτως οἰκονομεῖσθαι; [27] ἔστιν οὖν διοικῶν. ποῖός τις καὶ πῶς διοικῶν; ἡμεῖς δὲ τίνες ὄντες ὑπ᾽ αὐτοῦ γεγόναμεν καὶ πρὸς τί ἔργον; ἆρά γ᾽ ἔχομέν τινα ἐπιπλοκὴν πρὸς αὐτὸν καὶ σχέσιν οὐδεμίαν; [28] ταῦτ᾽ ἔστιν πάσχουσιν οὗτοι οἱ ὀλίγοι: καὶ λοιπὸν τούτῳ μόνῳ σχολάζουσι τῷ τὴν πανήγυριν ἱστορήσαντας ἀπελθεῖν. [29] τί οὖν; καταγελῶνται ὑπὸ τῶν πολλῶν: καὶ γὰρ ἐκεῖ οἱ θεαταὶ ὑπὸ τῶν ἐμπόρων: καὶ εἰ τὰ κτήνη συναίσθησίν τινα εἶχεν, κατεγέλα τῶν ἄλλο τι τεθαυμακότων τὸν χόρτον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: