previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ τοῦ ἀγωνιᾶν.

ὅταν ἀγωνιῶντα ἴδω ἄνθρωπον, λέγω: οὗτος τί ποτε θέλει; εἰ μὴ τῶν οὐκ ἐφ᾽ αὑτῷ τι ἤθελεν, πῶς ἂν ἔτι ἠγωνία; [2] διὰ τοῦτο καὶ κιθαρῳδὸς μόνος μὲν ᾁδων οὐκ ἀγωνιᾷ, εἰς θέατρον δ᾽ εἰσερχόμενος, κἂν λίαν εὔφωνος καὶ καλῶς κιθαρίζῃ: οὐ γὰρ ᾆσαι μόνον θέλει καλῶς, ἀλλὰ καὶ εὐδοκιμῆσαι, τοῦτο δ᾽ οὐκέτι ἐστὶν ἐπ᾽ αὐτῷ. [3] λοιπὸν οὗ μὲν ἐπιστήμη αὐτῷ πρόσεστιν, ἐκεῖ τὸ θάρσος: φέρε ὃν θέλεις ἰδιώτην καὶ οὐκ ἐπιστρέφεται: ὅπου δ᾽ οὐκ οἶδεν οὐδὲ μεμελέτηκεν, ἐκεῖ ἀγωνιᾷ. [4] τί δ᾽ ἔστι τοῦτο; οὐκ οἶδεν, τί ἐστιν ὄχλος οὐδὲ τί ὄχλου ἔπαινος: ἀλλὰ τὴν νήτην μὲν τύπτειν ἔμαθεν καὶ τὴν ὑπάτην, ἔπαινος δ᾽ παρὰ τῶν πολλῶν τί ἐστι καὶ τίνα δύναμιν ἔχει ἐν βίῳ οὔτε οἶδεν οὔτε μεμελέτηκεν αὐτό. [5] ἀνάγκη λοιπὸν τρέμειν καὶ ὠχριᾶν. κιθαρῳδὸν μὲν οὖν οὐ δύναμαι εἰπεῖν μὴ εἶναι, ὅταν ἴδω τινὰ φοβούμενον, ἄλλο δέ τι δύναμαι εἰπεῖν καὶ οὐδὲ ἕν, ἀλλὰ πολλά. [6] καὶ πρῶτον πάντων ξένον αὐτὸν καλῶ καὶ λέγω: οὗτος ἄνθρωπος οὐκ οἶδεν ποῦ τῆς γῆς ἐστιν, ἀλλ᾽ ἐκ τοσούτου χρόνου ἐπιδημῶν ἀγνοεῖ τοὺς νόμους τῆς πόλεως καὶ τὰ ἔθη καὶ τί ἔξεστι καὶ τί οὐκ ἔξεστιν. ἀλλ᾽ οὐδὲ νομικόν τινα παρέλαβεν πώποτε τὸν ἐροῦντα αὐτῷ καὶ ἐξηγησόμενον τὰ νόμιμα: [7] ἀλλὰ διαθήκην μὲν οὐ γράφει μὴ εἰδὼς πῶς δεῖ γράφειν παραλαβὼν τὸν εἰδότα οὐδ᾽ ἐγγύην ἄλλως σφραγίζεται ἀσφάλειαν γράφει, ὀρέξει δὲ χρῆται δίχα νομικοῦ καὶ ἐκκλίσει καὶ ὁρμῇ καὶ ἐπιβολῇ καὶ προθέσει. [8] πῶς δίχα νομικοῦ; οὐκ οἶδεν ὅτι θέλει τὰ μὴ διδόμενα καὶ οὐ θέλει τὰ ἀναγκαῖα καὶ οὐκ οἶδεν οὔτε τὰ ἴδια οὔτε τὰ ἀλλότρια. εἰ δέ γ᾽ ᾔδει, οὐδέποτ᾽ ἂν ἐνεποδίζετο, οὐδέποτ᾽ ἐκωλύετο, οὐκ ἂν ἠγωνία. [9] πῶς γὰρ οὔ; φοβεῖταί τις οὖν ὑπὲρ τῶν μὴ κακῶν; — οὔ. — τί δ᾽; ὑπὲρ τῶν κακῶν μέν, ἐπ᾽ αὐτῷ δ᾽ ὄντων ὥστε μὴ συμβῆναι; [10]οὐδαμῶς. — εἰ οὖν τὰ μὲν ἀπροαίρετα οὔτ᾽ ἀγαθὰ οὔτε κακά, τὰ προαιρετικὰ δὲ πάντα ἐφ᾽ ἡμῖν καὶ οὔτ᾽ ἀφελέσθαι τις ἡμῶν αὐτὰ δύναται οὔτε περιποιῆσαι οὐ θέλομεν αὐτῶν, ποῦ ἔτι τόπος ἀγωνίας; [11] ἀλλὰ περὶ τοῦ σωματίου ἀγωνιῶμεν, ὑπὲρ τοῦ κτησιδίου, περὶ τοῦ τί δόξει τῷ Καίσαρι, περὶ τῶν ἔσω δ᾽ οὐδενός. μή τι περὶ τοῦ μὴ ψεῦδος ὑπολαβεῖν; — οὔ: ἐπ᾽ ἐμοὶ γάρ ἐστιν. — μή τι τοῦ ὁρμῆσαι παρὰ φύσιν; — οὐδὲ περὶ τούτου. — ὅταν οὖν ἴδῃς τινὰ ὠχριῶντα, [12] ὡς ἰατρὸς ἀπὸ τοῦ χρώματος λέγειτούτου σπλὴν πέπονθε, τούτου δὲ τὸ ἧπαρ,’ οὕτως καὶ σὺ λέγετούτου ὄρεξις καὶ ἔκκλισις πέπονθεν, οὐκ εὐοδεῖ, φλεγμαίνει.’ [13] χρῶμα γὰρ οὐ μεταβάλλει οὐδὲν ἄλλο οὐδὲ τρόμον ποιεῖ οὐδὲ ψόφον τῶν ὀδόντων οὐδὲ

μετοκλάζει καὶ ἐπ᾽ ἀμφοτέρους πόδας ἵζει.
[14] διὰ τοῦτο Ζήνων μὲν Ἀντιγόνῳ μέλλων ἐντυγχάνειν οὐκ ἠγωνία: γὰρ οὗτος ἐθαύμαζεν, τούτων οὐδενὸς εἶχεν ἐκεῖνος ἐξουσίαν, ὧν δ᾽ εἶχεν ἐκεῖνος οὐκ ἐπεστρέφετο οὗτος: [15] Ἀντίγονος δὲ Ζήνωνι μέλλων ἐντυγχάνειν ἠγωνία, καὶ εἰκότως: ἤθελε γὰρ ἀρέσκειν αὐτῷ, τοῦτο δ᾽ ἔξω ἔκειτο: οὗτος δ᾽ ἐκείνῳ οὐκ ἤθελεν, οὐδὲ γὰρ ἄλλος τις τεχνίτης τῷ ἀτέχνῳ.

[16] ἐγώ σοι ἀρέσαι θέλω; ἀντὶ τίνος; οἶδας γὰρ τὰ μέτρα, καθ᾽ κρίνεται ἄνθρωπος ὑπ᾽ ἀνθρώπου; μεμέλετηκέ σοι γνῶναι, τί ἐστιν ἀγαθὸς ἄνθρωπος καὶ τί κακὸς καὶ πῶς ἑκάτερον γίγνεται; διὰ τί οὖν σὺ αὐτὸς ἀγαθὸς οὐκ εἶ; [17]πῶς, φησίν, οὐκ εἰμί; — ὅτι οὐδεὶς ἀγαθὸς πενθεῖ οὐδὲ στενάζει, οὐδεὶς οἰμώζει, οὐδεὶς ὠχριᾷ καὶ τρέμει οὐδὲ λέγειπῶς μ᾽ ἀποδέξεται, πῶς μου ἀκούσει;’ [18] ἀνδράποδον, ὡς ἂν αὐτῷ δοκῇ. τί οὖν σοὶ μέλει περὶ τῶν ἀλλοτρίων; νῦν οὐκ ἐκείνου ἁμάρτημά ἐστι τὸ κακῶς ἀποδέξασθαι τὰ παρὰ σοῦ; — πῶς γὰρ οὔ; — δύναται δ᾽ ἄλλου μὲν εἶναι ἁμάρτημα, ἄλλου δὲ κακόν; — οὔ. — τί οὖν ἀγωνιᾷς ὑπὲρ τῶν ἀλλοτρίων; [19]ναί: ἀλλ᾽ ἀγωνιῶ, πῶς ἐγὼ αὐτῷ λαλήσω. — εἶτ᾽ οὐκ ἔξεστι γὰρ ὡς θέλεις αὐτῷ λαλῆσαι; — ἀλλὰ δέδοικα μὴ ἐκκρουσθῶ. [20]μή τι γράφειν μέλλων τὸ Δίωνος ὄνομα δέδοικας μὴ ἐκκρουσθῇς; — οὐδαμῶς. — τί τὸ αἴτιον; οὐχ ὅτι μεμελέτηκας γράφειν; — πῶς γὰρ οὔ; — τί δ᾽; ἀναγιγνώσκειν μέλλων οὐχ ὡσαύτως ἂν εἶχες; — ὡσαύτως. — τί τὸ αἴτιον; ὅτι πᾶσα τέχνη ἰσχυρόν τι ἔχει καὶ θαρραλέον ἐν τοῖς ἑαυτῆς. [21] λαλεῖν οὖν οὐ μεμελέτηκας; καὶ τί ἄλλο ἐμελέτας ἐν τῇ σχολῇ; — συλλογισμοὺς καὶ μεταπίπτοντας. — ἐπὶ τί; οὐχ ὥστε ἐμπείρως διαλέγεσθαι; τὸ δ᾽ ἐμπείρως ἐστὶν οὐχὶ εὐκαίρως καὶ ἀσφαλῶς καὶ συνετῶς, ἔτι δ᾽ ἀπταίστως καὶ ἀπαραποδίστως, ἐπὶ πᾶσι δὲ τούτοις τεθαρρηκότως; — ναί. [22]ἱππεὺς οὖν ὢν εἰς πεδίον ἐληλυθὼς πρὸς πεζὸν ἀγωνιᾶς, ὅπου σὺ μεμελέτηκας, ἐκεῖνος δ᾽ ἀμελέτητός ἐστιν; — ναί: ἀλλὰ ἐξουσίαν ἔχει ἀποκτεῖναί με. [23]λέγε οὖν τὰ ἀληθῆ, δύστηνε, καὶ μὴ ἀλαζονεύου μηδὲ φιλόσοφος εἶναι ἀξίου μηδὲ ἀγνόει σου τοὺς κυρίους, ἀλλὰ μέχρις ἂν ἔχῃς ταύτην τὴν λαβὴν τὴν ἀπὸ τοῦ σώματος, ἀκολούθει παντὶ τῷ ἰσχυροτέρῳ. [24] λέγειν δὲ Σωκράτης ἐμελέτα πρὸς τοὺς τυράννους οὕτως διαλεγόμενος, πρὸς τοὺς δικαστάς, ἐν τῷ δεσμωτηρίῳ. λέγειν Διογένης μεμελετήκει πρὸς Ἀλέξανδρον οὕτως λαλῶν, πρὸς Φίλιππον, πρὸς τοὺς πειρατάς, πρὸς τὸν ὠνησάμενον αὐτόν ... ἐκείνοις, οἷς μεμέλετηκεν, τοῖς θαρροῦσι: [25;26] σὺ δ᾽ ἐπὶ τὰ σαυτοῦ βάδιζε καὶ ἐκείνων ἀποστῇς μηδέποτε: εἰς τὴν γωνίαν ἀπελθὼν κάθησο καὶ πλέκε συλλογισμοὺς καὶ ἄλλῳ πρότεινε: “
οὐκ ἔστι δ᾽ ἐν σοὶ πόλεος ἡγεμὼν ἀνήρ.” [27]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: