previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι αἱ δυνάμεις τοῖς ἀπαιδεύτοις οὐκ ἀσφαλεῖς.

καθ᾽ ὅσους τρόπους μεταλαμβάνειν ἔστι τὰ ἰσοδυναμοῦντα ἀλλήλοις, κατὰ τοσούτους καὶ τὰ εἴδη τῶν ἐπιχειρημάτων τε καὶ ἐνθυμημάτων ἐν τοῖς λόγοις ἐκποιεῖ μεταλαμβάνειν. [2] οἷον φέρε τὸν τρόπον τοῦτον: εἰ ἐδανείσω καὶ μὴ ἀπέδωκας, ὀφείλεις μοι τὸ ἀργύριον: οὐχὶ ἐδανείσω μὲν καὶ οὐκ ἀπέδωκας: οὐ μὴν ὀφείλεις μοι τὸ ἀργύριον. [3] καὶ τοῦτο οὐδενὶ μᾶλλον προσήκει τῷ φιλοσόφῳ ἐμπείρως ποιεῖν. εἴπερ γὰρ ἀτελὴς συλλογισμός ἐστι τὸ ἐνθύμημα, δῆλον ὅτι περὶ τὸν τέλειον συλλογισμὸν γεγυμνασμένος οὗτος ἂν ἱκανὸς εἴη καὶ περὶ τὸν ἀτελῆ οὐδὲν ἧττον. [4]

τί ποτ᾽ οὖν οὐ γυμνάζομεν αὑτούς τε καὶ ἀλλήλους τὸν τρόπον τοῦτον; [5] ὅτι νῦν καίτοι μὴ γυμναζόμενοι περὶ ταῦτα μηδ᾽ ἀπὸ τῆς ἐπιμελείας τοῦ ἤθους ὑπό γε ἐμοῦ περισπώμενοι ὅμως οὐδὲν ἐπιδίδομεν εἰς καλοκἀγαθίαν. [6] τί οὖν χρὴ προσδοκᾶν, εἰ καὶ ταύτην τὴν ἀσχολίαν προσλάβοιμεν; καὶ μάλισθ᾽, ὅτι οὐ μόνον ἀσχολία τις ἀπὸ τῶν ἀναγκαιοτέρων αὐτὴ προσγένοιτ᾽ ἄν, ἀλλὰ καὶ οἰήσεως ἀφορμὴ καὶ τύφου οὐχ τυχοῦσα. [7] μεγάλη γάρ ἐστι δύναμις ἐπιχειρητικὴ καὶ πιθανολογική, καὶ μάλιστ᾽ εἰ τύχοι γυμνασίας ἐπιπλέον καί τινα καὶ εὐπρέπειαν ἀπὸ τῶν ὀνομάτων προσλάβοι. [8] ὅτι καὶ ἐν τῷ καθόλου πᾶσα δύναμις ἐπισφαλὴς τοῖς ἀπαιδεύτοις καὶ ἀσθενέσι προσγενομένη πρὸς τὸ ἐπᾶραι καὶ χαυνῶσαι ἐπ᾽ αὐτῇ. [9] ποίᾳ γὰρ ἄν τις ἔτι μηχανῇ πείσαι τὸν νέον τὸν ἐν τούτοις διαφέροντα, ὅτι οὐ δεῖ προσθήκην αὐτὸν ἐκείνων γενέσθαι, ἀλλ᾽ ἐκεῖνα αὐτῷ προσθεῖναι; [10] οὐχὶ δὲ πάντας τοὺς λόγους τούτους καταπατήσας ἐπηρμένος ἡμῖν καὶ πεφυσημένος περιπατεῖ μηδ᾽ ἀνεχόμενος, ἄν τις ἅπτηται τι αὐτοῦ ὑπομιμνῄσκων, τίνος ἀπολελειμμένος ποῦ ἀποκέκλικεν;

[11] τί οὖν; Πλάτων φιλόσοφος οὐκ ἦν; — Ἱπποκράτης γὰρ ἰατρὸς οὐκ ἦν; ἀλλ᾽ ὁρᾷς πῶς φράζει Ἱπποκράτης. μή τι οὖν Ἱπποκράτης οὕτω φράζει, καθὸ ἰατρός ἐστιν; [12] τί οὖν μιγνύεις πράγματα ἄλλως ἐπὶ τῶν αὐτῶν ἀνθρώπων συνδραμόντα; [13] εἰ δὲ καλὸς ἦν Πλάτων καὶ ἰσχυρός, ἔδει κἀμὲ καθήμενον ἐκπονεῖν, ἵνα καλὸς γένωμαι ἵνα ἰσχυρός, ὡς τοῦτο ἀναγκαῖον πρὸς φιλοσοφίαν, ἐπεί τις φιλόσοφος ἅμα καὶ καλὸς ἦν καὶ φιλόσοφος; [14] οὐ θέλεις αἰσθάνεσθαι καὶ διακρῖναι κατὰ τί οἱ ἄνθρωποι γίνονται φιλόσοφοι καὶ τίνα ἄλλως αὐτοῖς πάρεστιν; ἄγε εἰ δ᾽ ἐγὼ φιλόσοφος ἤμην, ἔδει ὑμᾶς καὶ χωλοὺς γενέσθαι; τί οὖν; [15] αἴρω τὰς δυνάμεις ταύτας; μὴ γένοιτο: οὐδὲ γὰρ τὴν ὁρατικήν. [16] ὅμως δ᾽, ἄν μου πυνθάνῃ τί ἐστιν ἀγαθὸν τοῦ ἀνθρώπου, οὐκ ἔχω σοι ἄλλο εἰπεῖν ὅτι ποιὰ προαίρεσις φαντασιῶν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: