previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς τοὺς Ἀκαδημαικούς.

ἄν τις, φησίν, ἐνίστηται πρὸς τὰ ἄγαν ἐκφανῆ, πρὸς τοῦτον οὐ ῥᾴδιόν ἐστιν εὑρεῖν λόγον, δι᾽ οὗ μεταπείσει τις αὐτόν. [2] τοῦτο δ᾽ οὔτε παρὰ τὴν ἐκείνου γίνεται δύναμιν οὔτε παρὰ τὴν τοῦ διδάσκοντος ἀσθένειαν, ἀλλ᾽ ὅταν ἀπαχθεὶς ἀπολιθωθῇ, πῶς ἔτι χρήσηταί τις αὐτῷ διὰ λόγου;

[3] Ἀπολιθώσεις δ᾽ εἰσὶ διτταί: μὲν τοῦ νοητικοῦ ἀπολίθωσις, δὲ τοῦ ἐντρεπτικοῦ, ὅταν τις παρατεταγμένος μὴ ἐπινεύειν τοῖς ἐναργέσι μηδ᾽ ἀπὸ τῶν μαχομένων ἀφίστασθαι. [4] οἱ δὲ πολλοὶ τὴν μὲν σωματικὴν ἀπονέκρωσιν φοβούμεθα καὶ πάντ᾽ ἂν μηχανησαίμεθα ὑπὲρ τοῦ μὴ περιπεσεῖν τοιούτῳ τινί, τῆς ψυχῆς δ᾽ ἀπονεκρουμένης οὐδὲν ἡμῖν μέλει. [5] καὶ νὴ Δία ἐπὶ αὐτῆς τῆς ψυχῆς ἂν μὲν οὕτως διακείμενος, ὥστε μηδενὶ παρακολουθεῖν μηδὲ συνιέναι μηδέν, καὶ τοῦτον κακῶς ἔχειν οἰόμεθα: ἂν δέ τινος τὸ ἐντρεπτικὸν καὶ αἰδῆμον ἀπονεκρωθῇ, τοῦτο ἔτι καὶ δύναμιν καλοῦμεν.

Καταλαμβάνεις ὅτι ἐγρήγορας; [6]οὔ,’ φησίν: ‘οὐδὲ γάρ, ὅταν ἐν τοῖς ὕπνοις φαντάζωμαι, ὅτι ἐγρήγορα.’ οὐδὲν οὖν διαφέρει αὕτη φαντασία ἐκείνης; ‘οὐδέν.’ ἔτι τούτῳ διαλέγομαι; [7] καὶ ποῖον αὐτῷ πῦρ ποῖον σίδηρον προσαγάγω, ἵν᾽ αἴσθηται ὅτι νενέκρωται; αἰσθανόμενος οὐ προσποιεῖται: ἔτι χείρων ἐστὶ τοῦ νεκροῦ. μάχην οὗτος οὐ συνορᾷ: κακῶς ἔχει. [8] συνορῶν οὗτος οὐ κινεῖται οὐδὲ προκόπτει: ἔτι ἀθλιώτερον ἔχει. [9] ἐκτέτμηται τὸ αἰδῆμον αὐτοῦ καὶ ἐντρεπτικὸν καὶ τὸ λογικὸν οὐκ ἀποτέτμηται, ἀλλ᾽ ἀποτεθηρίωται. [10] ταύτην ἐγὼ δύναμιν εἴπω; μὴ γένοιτο, εἰ μὴ καὶ τὴν τῶν κιναίδων, καθ᾽ ἣν πᾶν τὸ ἐπελθὸν ἐν μέσῳ καὶ ποιοῦσι καὶ λέγουσι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: