previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τί δεῖ πρόχειρον ἔχειν ἐν ταῖς περιστάσεσιν.

ὅταν εἰσίῃς πρός τινα τῶν ὑπερεχόντων, μέμνησο ὅτι καὶ ἄλλος ἄνωθεν βλέπει τὰ γιγνόμενα καὶ ὅτι ἐκείνῳ σε δεῖ μᾶλλον ἀρέσκειν τούτῳ. [2] ἐκεῖνος οὖν σου πυνθάνεταιφυγὴν καὶ φυλακὴν καὶ δεσμὰ καὶ θάνατον καὶ ἀδοξίαν τί ἔλεγες ἐν τῇ σχολῇ;’ ‘ἐγὼ ἀδιάφορα.’ [3]νῦν οὖν τίνα αὐτὰ λέγεις; μή τι ἐκεῖνα ἠλλάγη;’ ‘οὔ.’ ‘σὺ οὖν ἠλλάγης;’ ‘οὔ.’ ‘λέγε οὖν τίνα ἐστὶν ἀδιάφορα.’ ‘τὰ ἀπροαίρετα.’ ‘λέγε καὶ τὰ ἑξῆς.’ [4]ἀπροαίρετα οὐδὲν πρὸς ἐμέ.’ ‘λέγε καὶ τὰ ἀγαθὰ τίνα ὑμῖν ἐδόκει;’ ‘προαίρεσις οἵα δεῖ καὶ χρῆσις φαντασιῶν.’ ‘τέλος δὲ τί;’ ‘τὸ σοὶ ἀκολουθεῖν.’ [5]ταῦτα καὶ νῦν λέγεις;’ ‘ταὐτὰ καὶ νῦν λέγω.’ ἄπειθι λοιπὸν ἔσω θαρρῶν καὶ μεμνημένος τούτων καὶ ὄψει τί ἐστι νέος μεμελετηκὼς δεῖ ἐν ἀνθρώποις ἀμελετήτοις. [6] ἐγὼ μὲν νὴ τοὺς θεοὺς φαντάζομαι ὅτι πείσῃ τὸ τοιοῦτοντί οὕτως μεγάλα καὶ πολλὰ παρασκευαζόμεθα πρὸς τὸ μηδέν; [7] τοῦτο ἦν ἐξουσία; τοῦτο τὰ πρόθυρα, οἱ κοιτωνῖται, οἱ ἐπὶ τῆς μαχαίρας; τούτων ἕνεκα τοὺς πολλοὺς λόγους ἤκουον; ταῦτα οὐδὲν ἦν, ἐγὼ δ᾽ ὡς μεγάλα παρεσκευαζόμην.’


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: