previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ εὐσταθείας.

οὐσία τοῦ ἀγαθοῦ προαίρεσις ποιά, τοῦ κακοῦ προαίρεσις ποιά. [2] τί οὖν τὰ ἐκτός; ὗλαι τῇ προαιρέσει, περὶ ἃς ἀναστρεφομένη τεύξεται τοῦ ἰδίου ἀγαθοῦ κακοῦ. πῶς τοῦ ἀγαθοῦ τεύξεται; [3] ἂν τὰς ὕλας μὴ θαυμάσῃ. τὰ γὰρ περὶ τῶν ὑλῶν δόγματα ὀρθὰ μὲν ὄντα ἀγαθὴν ποιεῖ τὴν προαίρεσιν, στρεβλὰ δὲ καὶ διεστραμμένα κακήν. [4] τοῦτον τὸν νόμον θεὸς τέθεικεν καὶ φησίνεἰ τι ἀγαθὸν θέλεις, παρὰ σεαυτοῦ λάβε.’ σὺ λέγειςοὔ: ἀλλὰ παρ᾽ ἄλλου.’ μή, ἀλλὰ παρὰ σεαυτοῦ. λοιπὸν ὅταν ἀπειλῇ τύραννος καὶ μὴ καλῇ, λέγω [5]τίνι ἀπειλεῖ;’ ἂν λέγῃδήσω σε,’ φημὶ ὅτιταῖς χερσὶν ἀπειλεῖ καὶ τοῖς ποσίν.’ [6] ἂν λέγῃτραχηλοκοπήσω σε,’ λέγωτῷ τραχήλῳ ἀπειλεῖ.’ ἂν λέγῃεἰς φυλακήν σε βαλῶ,’ ‘ὅλῳ τῷ σαρκιδίῳ:’ κἂν ἐξορισμὸν ἀπειλῇ, τὸ αὐτό. [7]σοὶ οὖν οὐδὲν ἀπειλεῖ; — εἰ πέπονθα ὅτι ταῦτα οὐδέν ἐστι πρὸς ἐμέ, οὐδέν: εἰ δὲ φοβοῦμαί τι τούτων, ἐμοὶ ἀπειλεῖ. [8] τίνα λοιπὸν δέδοικα; τὸν τίνων ὄντα κύριον; τῶν ἐπ᾽ ἐμοί; οὐδὲ εἷς ἐστιν. τῶν οὐκ ἐπ᾽ ἐμοί; καὶ τί μοι αὐτῶν μέλει; [9]

ὑμεῖς οὖν οἱ φιλόσοφοι διδάσκετε καταφρονεῖν τῶν βασιλέων; — μὴ γένοιτο. τίς ἡμῶν διδάσκει ἀντιποιεῖσθαι πρὸς αὐτούς, ὧν ἐκεῖνοι ἔχουσιν ἐξουσίαν; [10] τὸ σωμάτιον λάβε, τὴν κτῆσιν λάβε, τὴν φήμην λάβε, τοὺς περὶ ἐμὲ λάβε. ἄν τινας τούτων ἀναπείθω ἀντιποιεῖσθαι, τῷ ὄντι ἐγκαλείτω μοι. [11]ναί: ἀλλὰ καὶ τῶν δογμάτων ἄρχειν θέλω.’ καὶ τίς σοι ταύτην τὴν ἐξουσίαν δέδωκεν; [12] ποῦ δύνασαι νικῆσαι δόγμα ἀλλότριον; ‘προσάγων,’ φησίν, ‘αὐτῷ φόβον νικήσω.’ ἀγνοεῖς ὅτι αὐτὸ αὑτὸ ἐνίκησεν, οὐχ ὑπ᾽ ἄλλου ἐνικήθη: προαίρεσιν δὲ οὐδὲν ἄλλο νικῆσαι δύναται, πλὴν αὐτὴ ἑαυτήν. [13] διὰ τοῦτο καὶ τοῦ θεοῦ νόμος κράτιστός ἐστι καὶ δικαιότατος: τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. [14]κρείττονές εἰσιν οἱ δέκα τοῦ ἑνός.’ πρὸς τί; πρὸς τὸ δῆσαι, πρὸς τὸ ἀποκτεῖναι, πρὸς τὸ ἀπαγαγεῖν ὅπου θέλουσιν, πρὸς τὸ ἀφελέσθαι τὰ ὄντα. νικῶσιν τοίνυν οἱ δέκα τὸν ἕνα ἐν τούτῳ, ἐν κρείσσονές εἰσιν. [15] ἐν τίνι οὖν χείρονές εἰσιν; ἂν μὲν ἔχῃ δόγματα ὀρθά, οἱ δὲ μή. τί οὖν; ἐν τούτῳ δύνανται νικῆσαι; πόθεν; εἰ δ᾽ ἱστάμεθα ἐπὶ ζυγοῦ, οὐκ ἔδει τὸν βαρύτερον καθελκύσαι;

Σωκράτης οὖν ἵνα πάθῃ ταῦτα ὑπ᾽ Ἀθηναίων; [16]ἀνδράποδον, τί λέγεις τὸ Σωκράτης; ὡς ἔχει τὸ πρᾶγμα λέγε: ἵν᾽ οὖν τὸ Σωκράτους σωμάτιον ἀπαχθῇ καὶ συρῇ ὑπὸ τῶν ἰσχυροτέρων εἰς δεσμωτήριον καὶ κώνειόν τις δῷ τῷ σωματίῳ τῷ Σωκράτους κἀκεῖνο ἀποψυγῇ; [17] ταῦτά σοι φαίνεται θαυμαστά, ταῦτα ἄδικα, ἐπὶ τούτοις ἐγκαλεῖς τῷ θεῷ; οὐδὲν οὖν εἶχε Σωκράτης ἀντὶ τούτων; ποῦ ἦν οὐσία αὐτῷ τοῦ ἀγαθοῦ; [18] τίνι προσσχῶμεν; σοὶ αὐτῷ; καὶ τί λέγει ἐκεῖνος; ‘ἐμὲ δ᾽ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ᾽ οὔ.’ καὶ πάλινεἰ ταύτῃ τῷ θεῷ φίλον, ταύτῃ γινέσθω.’ [19] ἀλλὰ δεῖξον ὅτι χείρονα ἔχων δόγματα κρατεῖ τοῦ κρείττονος ἐν δόγμασιν. οὐ δείξεις: οὐδ᾽ ἐγγύς. νόμος γὰρ τῆς φύσεως. καὶ τοῦ θεοῦ οὗτος τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. ἐν τίνι; ἐν κρεῖσσόν ἐστιν. [20] σῶμα σώματος ἰσχυρότερον, οἱ πλείονες τοῦ ἑνός, κλέπτης τοῦ μὴ κλέπτου. [21] διὰ τοῦτο κἀγὼ τὸν λύχνον ἀπώλεσα, ὅτι ἐν τῷ ἀγρυπνεῖν μου κρείσσων ἦν κλέπτης. ἀλλ᾽ ἐκεῖνος τοσούτου ὠνήσατο λύχνον: ἀντὶ λύχνου κλέπτης ἐγένετο, ἀντὶ λύχνου ἄπιστος, ἀντὶ λύχνου θηριώδης. τοῦτο ἔδοξεν αὐτῷ λυσιτελεῖν.

[22] ἔστω: ἀλλ᾽ εἴληπταί μού τις τοῦ ἱματίου καὶ ἕλκει μ᾽ εἰς τὴν ἀγοράν, εἶτα ἐπικραυγάζουσιν ἄλλοιφιλόσοφε, τί σε ὠφέληκε τὰ δόγματα; ἰδοὺ σύρῃ εἰς τὸ δεσμωτήριον, ἰδοὺ μέλλεις τραχηλοκοπεῖσθαι.’ [23] καὶ ποίαν ἔπραξα ἂν εἰσαγωγήν, ἵν᾽, ἂν ἰσχυρότερος ἐπιλάβηταί μου τοῦ ἱματίου, μὴ σύρωμαι; ἵνα, ἄν με δέκα περισπάσαντες εἰς τὸ δεσμωτήριον ἐμβάλωσιν, μὴ ἐμβληθῶ; [24] ἄλλο οὖν οὐδὲν ἔμαθον; ἔμαθον, ἵνα: πᾶν τὸ γινόμενον ἴδω ὅτι, ἂν ἀπροαίρετον , οὐδέν ἐστι πρὸς ἐμέ. [25] πρὸς τοῦτο οὖν οὐκ ὠφέλησαι; τί οὖν ἐν ἄλλῳ ζητεῖς τὴν ὠφέλειαν ἐν ἔμαθες; [26] καθήμενος λοιπὸν ἐν τῇ φυλακῇ λέγωοὗτος ταῦτα κραυγάζων οὔτε τοῦ σημαινομένου ἀκούει οὔτε τῷ λεγομένῳ παρακολουθεῖ οὔτε ὅλως μεμέληκεν αὐτῷ εἰδέναι περὶ τῶν φιλοσόφων τί λέγουσιν τί ποιοῦσιν. ἄφες αὐτόν.’ [27]ἀλλ᾽ ἔξελθε πάλιν ἀπὸ τῆς φυλακῆς.’ εἰ μηκέτι χρείαν ἔχητέ μου ἐν τῇ φυλακῇ, ἐξέρχομαι: ἂν πάλιν σχῆτε, εἰσελεύσομαι. [28] μέχρι τίνος; μέχρις ἂν οὗ λόγος αἱρῇ συνεῖναί με τῷ σωματίῳ: ὅταν δὲ μὴ αἱρῇ, λάβετε αὐτὸ καὶ ὑγιαίνετε. [29] μόνον μὴ ἀλογίστως, μόνον μὴ μαλακῶς, μὴ ἐκ τῆς τυχούσης προφάσεως. πάλιν γὰρ θεὸς οὐ βούλεται: χρείαν γὰρ ἔχει κόσμου τοιούτου, τῶν ἐπὶ γῆς ἀναστρεφομένων τοιούτων. ἐὰν δὲ σημήνῃ τὸ ἀνακλητικὸν ὡς τῷ Σωκράτει, πείθεσθαι δεῖ τῷ σημαίνοντι ὡς στρατηγῷ.

[30] τί οὖν; λέγειν δεῖ ταῦτα πρὸς τοὺς πολλούς; — ἵνα τί; [31] οὐ γὰρ ἀρκεῖ τὸ αὐτὸν πείθεσθαι; τοῖς γὰρ παιδίοις, ὅταν προσελθόντα κροτῇ καὶ λέγῃσήμερον Σατορνάλια ἀγαθά,’ λέγομενοὐκ ἔστιν ἀγαθὰ ταῦτα;’ οὐδαμῶς: ἀλλὰ καὶ αὐτοὶ ἐπικροτοῦμεν. [32] καὶ σὺ τοίνυν, ὅταν μεταπεῖσαί τινα μὴ δύνῃ, γίγνωσκε ὅτι παιδίον ἐστὶ καὶ ἐπικρότει αὐτῷ: ἂν δὲ μὴ τοῦτο θέλῃς, σιώπα λοιπόν. [33]

[34] τούτων δεῖ μεμνῆσθαι καὶ κληθέντα εἴς τινα τοιαύτην περίστασιν εἰδέναι, ὅτι ἐλήλυθεν καιρὸς τοῦ ἀποδεῖξαι, εἰ πεπαιδεύμεθα. νέος γὰρ ἀπὸ σχολῆς ἀπιὼν εἰς περίστασιν ὅμοιός ἐστι τῷ μεμελετηκότι συλλογισμοὺς ἀναλύειν, κἄν τις εὔλυτον αὐτῷ προτείνῃ, λέγειμᾶλλόν μοι πεπλεγμένον κομψῶς προτείνατε, ἵνα γυμνασθῶ.’ καὶ οἱ ἀθληταὶ τοῖς κούφοις νεανίσκοις δυσαρεστοῦσιν: [35]οὐ βαστάζει με,’ φησίν. οὗτός ἐστιν εὐφυὴς νέος. οὔ: ἀλλὰ καλέσαντος τοῦ καιροῦ κλάειν δεῖ καὶ λέγεινἤθελον ἔτι μανθάνειν.’ τίνα; εἰ ταῦτα οὐκ ἔμαθες οὐχ ὥστ᾽ ἔργῳ δεῖξαι, πρὸς τί αὐτὰ ἔμαθες; [36] ἐγώ τινα οἶμαι τῶν καθημένων ἐνταῦθα ὠδίνειν αὐτὸν ἐφ᾽ ἑαυτοῦ καὶ λέγεινἐμοὶ νῦν περίστασιν μὴ ἔρχεσθαι τοιαύτην, ὁποία τούτῳ ἐλήλυθεν; ἐμὲ νῦν κατατριβῆναι καθήμενον ἐν γωνίᾳ δυνάμενον στεφανωθῆναι Ὀλύμπια; πότε τις ἐμοὶ καταγγελεῖ τοιοῦτον ἀγῶνα;’ οὕτως ἔχειν ἔδει πάντας ὑμᾶς. [37] ἀλλ᾽ ἐν μὲν τοῖς Καίσαρος μονομάχοις εἰσί τινες οἱ ἀγανακτοῦντες ὅτι οὐδεὶς αὐτοὺς προάγει οὐδὲ ζευγνύει καὶ εὔχονται τῷ θεῷ καὶ προσέρχονται τοῖς ἐπιτρόποις δεόμενοι μονομαχῆσαι, ἐξ ὑμῶν δ᾽ οὐδεὶς φανήσεται τοιοῦτος; [38] ἤθελον πλεῦσαι ἐπ᾽ αὐτὸ τοῦτο καὶ ἰδεῖν, τί μου ποιεῖ ἀθλητής, πῶς μελετᾷ τὴν ὑπόθεσιν. [39]οὐ θέλω,’ φησίν, ‘τοιαύτην.’ ἐπὶ σοὶ γάρ ἐστι λαβεῖν ἣν θέλεις ὑπόθεσιν; δέδοταί σοι σῶμα τοιοῦτον, γονεῖς τοιοῦτοι, ἀδελφοὶ τοιοῦτοι, πατρὶς τοιαύτη, τάξις ἐν αὐτῇ τοιαύτη: εἶτά μοι λέγεις ἐλθὼνἄλλαξόν μοι τὴν ὑπόθεσιν.’ εἶτα οὐκ ἔχεις ἀφορμὰς πρὸς τὸ χρήσασθαι [40] τοῖς δοθεῖσιν; σόν ἐστι προτεῖναι, ἐμὸν μελετῆσαι καλῶς. οὔ: ἀλλὰμὴ τοιοῦτό μοι προβάλῃς τροπικόν, ἀλλὰ τοιοῦτον: μὴ τοιαύτην ἐπενέγκῃς τὴν ἐπιφοράν, ἀλλὰ τοιαύτην.’ [41] ἔσται χρόνος τάχα, ἐν οἱ τραγῳδοὶ οἰήσονται ἑαυτοὺς εἶναι προσωπεῖα καὶ ἐμβάδας καὶ τὸ σύρμα. ἄνθρωπε, ταῦτα ὕλην ἔχεις καὶ ὑπόθεσιν. [42] φθέγξαι τι, ἵνα εἰδῶμεν πότερον τραγῳδὸς εἶ γελωτοποιός: κοινὰ γὰρ ἔχουσι τὰ ἄλλα ἀμφότεροι. [43] διὰ τοῦτο ἂν ἀφέλῃ τις αὐτοῦ καὶ τὰς ἐμβάδας καὶ τὸ προσωπεῖον καὶ ἐν εἰδώλῳ αὐτὸν προαγάγῃ, ἀπώλετο τραγῳδὸς μένει; ἂν φωνὴν ἔχῃ, μένει.

καὶ ἐνθάδε. [44]λάβε ἡγεμονίαν.’ λαμβάνω καὶ λαβὼν δεικνύω, πῶς ἄνθρωπος ἀναστρέφεται πεπαιδευμένος. [45]θὲς τὴν πλατύσημον καὶ ἀναλαβὼν ῥάκη πρόσελθε ἐν προσώπῳ τοιούτῳ.’ τί οὖν; οὐ δέδοταί μοι καλὴν φωνὴν εἰσενεγκεῖν; [46]πῶς οὖν ἀναβαίνεις νῦν;’ ὡς μάρτυς ὑπὸ τοῦ θεοῦ κεκλημένος. [47]ἔρχου σὺ καὶ μαρτύρησόν μοι: σὺ γὰρ ἄξιος εἶ προαχθῆναι μάρτυς. ὑπ᾽ ἐμοῦ. μή τι τῶν ἐκτὸς τῆς προαιρέσεως ἀγαθόν ἐστιν κακόν; μή τινα βλάπτω; μή τι ἐπ᾽ ἄλλῳ τὴν ὠφέλειαν ἐποίησα τὴν ἑκάστου ἐπ᾽ αὐτῷ;’ [48] τίνα μαρτυρίαν δίδως τῷ θεῷ; ‘ἐν δεινοῖς εἰμι, κύριε, καὶ δυστυχῶ, οὐδείς μου ἐπιστρέφεται, οὐδείς μοι δίδωσιν οὐδέν, πάντες ψέγουσιν, κακολογοῦσιν.’ [49] ταῦτα μέλλεις μαρτυρεῖν καὶ καταισχύνειν τὴν κλῆσιν ἣν κέκληκεν, ὅτι σε ἐτίμησεν ταύτην τὴν τιμὴν καὶ ἄξιον ἡγήσατο προσαγαγεῖν εἰς μαρτυρίαν τηλικαύτην;

ἀλλ᾽ ἀπεφήνατο ἔχων τὴν ἐξουσίαν [50]κρίνω σε ἀσεβῆ καὶ ἀνόσιον εἶναι.’ τί σοι γέγονεν; ‘ἐκρίθην ἀσεβὴς καὶ ἀνόσιος εἶναι.’ [51] ἄλλο οὐδέν; ‘οὐδέν.’ εἰ δὲ περὶ συνημμένου τινὸς ἐπικεκρίκει καὶ ἐδεδώκει ἀπόφασιντὸ εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν κρίνω ψεῦδος εἶναι,’ τί ἐγεγόνει τῷ συνημμένῳ; τίς ἐνθάδε κρίνεται, τίς κατακέκριται; τὸ συνημμένον ἐξαπατηθεὶς περὶ αὐτοῦ; [52] οὗτος οὖν τίς ποτε ἔχων ἐξουσίαν τοῦ ἀποφήνασθαί τι περὶ σοῦ; οἶδεν τί ἐστι τὸ εὐσεβὲς τὸ ἀσεβές; μεμελέτηκεν αὐτό; μεμάθηκεν; ποῦ; παρὰ τίνι; [53] εἶτα μουσικὸς μὲν οὐκ ἐπιστρέφεται αὐτοῦ ἀποφαινομένου περὶ τῆς νήτης ὅτι ἐστὶν ὑπάτη οὐδὲ γεωμετρικός, ἂν ἐπικρίνῃ τὰς ἀπὸ κέντρου πρὸς τὸν κύκλον προσπιπτούσας μὴ εἶναι ἴσας: [54] δὲ ταῖς ἀληθείαις πεπαιδευμένος ἀνθρώπου ἀπαιδεύτου ἐπιστραφήσεται ἐπικρίνοντός τι περὶ ὁσίου καὶ ἀνοσίου καὶ ἀδίκου καὶ δικαίου;

πολλῆς ἀδικίας τῶν πεπαιδευμένων. ταῦτα οὖν ἔμαθες ἐνταῦθα; [55] οὐ θέλεις τὰ μὲν λογάρια τὰ περὶ τούτων ἄλλοις ἀφεῖναι, ἀταλαιπώροις ἀνθρωπαρίοις, ἵν᾽ ἐν γωνίᾳ καθεζόμενοι μισθάρια λαμβάνωσιν γογγρύζωσιν, ὅτι οὐδεὶς αὐτοῖς παρέχει οὐδέν, σὺ δὲ χρῆσθαι παρελθὼν οἷς ἔμαθες; [56] οὐ γὰρ λογάριά ἐστι τὰ λείποντα νῦν, ἀλλὰ γέμει τὰ βιβλία τῶν Στωικῶν λογαρίων. τί οὖν τὸ λεῖπόν ἐστιν; χρησόμενος, ἔργῳ μαρτυρήσων τοῖς λόγοις. [57] τοῦτό μοι τὸ πρόσωπον ἀνάλαβε, ἵνα μηκέτι παλαιοῖς ἐν τῇ σχολῇ παραδείγμασι χρώμεθα, ἀλλὰ ἔχωμέν τι καὶ καθ᾽ ἡμᾶς παράδειγμα. [58] ταῦτα οὖν τίνος ἐστὶ θεωρεῖν; τοῦ σχολάζοντος. ἔστι γὰρ φιλοθέωρόν τι ζῷον ἄνθρωπος. [59] ἀλλ᾽ αἰσχρόν ἐστι θεωρεῖν ταῦτα οὕτως ὡς οἱ δραπέται: ἀλλ᾽ ἀπερισπάστως καθῆσθαι καὶ ἀκούειν νῦν μὲν τραγῳδοῦ νῦν δὲ κιθαρῳδοῦ, οὐχ ὡς ἐκεῖνοι ποιοῦσιν. ἅμα μὲν ἐπέστη καὶ ἐπῄνεσεν τὸν τραγῳδόν, ἅμα δὲ περιεβλέψατο: εἶτα ἄν τις φθέγξηται κύριον, εὐθὺς σεσόβηνται, ταράσσονται. [60] αἰσχρόν ἐστιν οὕτως καὶ τοὺς φιλοσόφους θεωρεῖν τὰ ἔργα τῆς φύσεως. τί γάρ ἐστι κύριος; ἄνθρωπος ἀνθρώπου κύριος οὐκ ἔστιν, ἀλλὰ θάνατος καὶ ζωὴ καὶ ἡδονὴ καὶ πόνος. [61] ἐπεὶ χωρὶς τούτων ἄγαγέ μοι τὸν Καίσαρα καὶ ὄψει πῶς εὐσταθῶ. ὅταν δὲ μετὰ τούτων ἔλθῃ βροντῶν καὶ ἀστράπτων, ἐγὼ δὲ ταῦτα φοβῶμαι, τί ἄλλο ἐπέγνωκα τὸν κύριον ὡς δραπέτης; [62] μέχρι δ᾽ ἂν οὗ τινα ἀνοχὴν ἀπὸ τούτων ἔχω, ὡς δραπέτης ἐφίσταται θεάτρῳ οὕτως κἀγώ: λούομαι, πίνω, ᾁδω, πάντα δὲ μετὰ φόβου καὶ ταλαιπωρίας. [63] ἐὰν δ᾽ ἐμαυτὸν ἀπολύσω τῶν δεσποτῶν, τοῦτ᾽ ἔστιν ἐκείνων, δι᾽ οἱ δεσπόται εἰσὶ φοβεροί, ποῖον ἔτι πρᾶγμα ἔχω, ποῖον ἔτι κύριον;

[64] τί οὖν; κηρύσσειν δεῖ ταῦτα πρὸς πάντας; — οὔ, ἀλλὰ τοῖς ἰδιώταις συμπεριφέρεσθαι καὶ λέγεινοὗτος αὑτῷ ἀγαθὸν οἴεται τοῦτο κἀμοὶ συμβουλεύει: συγγιγνώσκω αὐτῷ.’ [65] καὶ γὰρ Σωκράτης συνεγίγνωσκεν τῷ ἐπὶ τῆς φυλακῆς κλάοντι, ὅτι ἔμελλεν πίνειν τὸ φάρμακον, καὶ λέγειὡς γενναίως ἡμᾶς ἀποδεδάκρυκεν.’ [66] μή τι οὖν ἐκείνῳ λέγει ὅτιδιὰ τοῦτο τὰς γυναῖκας ἀπελύσαμεν;’ ἀλλὰ τοῖς γνωρίμοις, τοῖς δυναμένοις αὐτὰ ἀκοῦσαι: ἐκείνῳ δὲ συμπεριφέρεται ὡς παιδίῳ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: