previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς Ἐπίκουρον.

ἐπινοεῖ καὶ Ἐπίκουρος ὅτι φύσει ἐσμὲν κοινωνικοί, ἀλλ᾽ ἅπαξ ἐν τῷ κελύφει θεὶς τὸ ἀγαθὸν ἡμῶν οὐκέτι δύναται ἄλλο οὐδὲν εἰπεῖν. [2] πάλιν γὰρ ἐκείνου λίαν κρατεῖ, ὅτι οὐ δεῖ ἀπεσπασμένον οὐδὲν τῆς τοῦ ἀγαθοῦ οὐσίας οὔτε θαυμάζειν οὔτ᾽ ἀποδέχεσθαι: καὶ καλῶς αὐτοῦ κρατεῖ. [3] πῶς οὖν ὑπονοητικοί ἐσμεν, οἷς μὴ φυσικὴ ἔστι πρὸς τὰ ἔγγονα φιλοστοργία; διὰ τί ἀποσυμβουλεύεις τῷ σοφῷ τεκνοτροφεῖν; τί φοβῇ μὴ διὰ ταῦτα εἰς λύπας ἐμπέσῃ; [4] διὰ γὰρ τὸν μῦν τὸν ἔσω τρεφόμενον ἐμπίπτει; τί οὖν αὐτῷ μέλει, ἂν μυίδιον μικρὸν ἔσω κατακλαίῃ αὐτοῦ; [5] ἀλλ᾽ οἶδεν, ὅτι, ἂν ἅπαξ γένηται παιδίον, οὐκέτι ἐφ᾽ ἡμῖν ἐστι μὴ στέργειν μηδὲ φροντίζειν ἐπ᾽ αὐτῷ. [6] διὰ τοῦτο φησὶν οὐδὲ πολιτεύσεσθαι τὸν νοῦν ἔχοντα: οἶδεν γὰρ τίνα δεῖ ποιεῖν τὸν πολιτευόμενον: ἐπείτοι εἰ ὡς ἐν μυίαις μέλλεις ἀναστρέφεσθαι, τί κωλύει; [7] ἀλλ᾽ ὅμως εἰδὼς ταῦτα τολμᾷ λέγειν ὅτιμὴ ἀναιρώμεθα τέκνα.’ ἀλλὰ πρόβατον μὲν οὐκ ἀπολείπει τὸ αὑτοῦ ἔγγονον οὐδὲ λύκος, ἄνθρωπος δ᾽ ἀπολείπει; [8] τί θέλεις; μωροὺς ἡμᾶς εἶναι ὡς τὰ πρόβατα; οὐδ᾽ ἐκεῖνα ἀπολείπει. θηριώδεις ὡς τοὺς λύκους; οὐδ᾽ ἐκεῖνοι ἀπολ [9] είπουσιν. ἄγε, τίς δέ σοι πείθεται ἰδὼν παιδίον αὐτοῦ κλαῖον ἐπὶ τὴν γῆν πεπτωκός; [10] ἐγὼ μὲν οἶμαι ὅτι εἰ καὶ ἐμαντεύσατο μήτηρ σου καὶ πατήρ, ὅτι μέλλεις ταῦτα λέγειν, οὐκ ἄν σε ἔρριψαν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: