previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ τῶν προλήψεων.

προλήψεις κοιναὶ πᾶσιν ἀνθρώποις εἰσίν: καὶ πρόληψις προλήψει οὐ μάχεται. τίς γὰρ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ ἀγαθὸν συμφέρον ἐστὶἐστι καὶ αἱρετὸν καὶ ἐκ πάσης αὐτὸ περιστάσεως δεῖ μετιέναι καὶ διώκειν; τίς δ᾽ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ δίκαιον καλόν ἐστι καὶ πρέπον; [2] πότ᾽ οὖν μάχη γίνεται; περὶ τὴν ἐφαρμογὴν τῶν προλήψεων ταῖς ἐπὶ μέρους οὐσίαις, [3] ὅταν μὲν εἴπῃκαλῶς ἐποίησεν, ἀνδρεῖός ἐστιν:’ ‘οὔ, ἀλλ᾽ ἀπονενοημένος.’ ἔνθεν μάχη γίνεται τοῖς ἀνθρώποις πρὸς ἀλλήλους. [4] αὕτη ἐστὶν Ἰουδαίων καὶ Σύρων καὶ Αἰγυπτίων καὶ Ῥωμαίων μάχη, οὐ περὶ τοῦ ὅτι τὸ ὅσιον πάντων προτιμητέον καὶ ἐν παντὶ μεταδιωκτέον, ἀλλὰ πότερόν ἐστιν ὅσιον τοῦτο τὸ χοιρείου φαγεῖν ἀνόσιον. [5] ταύτην τὴν μάχην εὑρήσετε καὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως. κάλει γὰρ αὐτοὺς εἰς τὸ μέσον. τί λέγεις σύ, Ἀγάμεμνον; οὐ δεῖ γενέσθαι τὰ δέοντα καὶ τὰ καλῶς ἔχοντα; [6]δεῖ μὲν οὖν.’ σὺ δὲ τί λέγεις, Ἀχιλλεῦ; οὐκ ἀρέσκει σοι γίνεσθαι τὰ καλῶς ἔχοντα; ‘ἐμοὶ μὲν οὖν πάντων μάλιστα ἀρέσκει.’ ἐφαρμόσατε οὖν τὰς προλήψεις. ἐντεῦθεν ἀρχὴ μάχης. [7] μὲν λέγειοὐ χρὴ ἀποδιδόναι με τὴν Χρυσηίδα τῷ πατρί,’ δὲ λέγειδεῖ μὲν οὖν.’ πάντως ἕτερος αὐτῶν κακῶς ἐφαρμόζει τὴν πρόληψιν τοῦ δέοντος. [8] πάλιν μὲν λέγειοὐκοῦν, εἴ με δεῖ ἀποδοῦναι τὴν Χρυσηίδα, δεῖ με λαβεῖν ὑμῶν τινος τὸ γέρας,’ δέτὴν ἐμὴν οὖν λάβῃς ἐρωμένην;.’ ‘τὴν σήνφησίν. ‘ἐγὼ οὖν μόνος — ’ ‘ἀλλ᾽ ἐγὼ μόνος μὴ ἔχω;’ οὕτως μάχη γίνεται.

[9] τί οὖν ἐστι τὸ παιδεύεσθαι; μανθάνειν τὰς φυσικὰς προλήψεις ἐφαρμόζειν ταῖς ἐπὶ μέρους οὐσίαις καταλλήλως τῇ φύσει καὶ λοιπὸν διελεῖν, [10] ὅτι τῶν ὄντων τὰ μέν ἐστιν ἐφ᾽ ἡμῖν, τὰ δὲ οὐκ ἐφ᾽ ἡμῖν: ἐφ᾽ ἡμῖν μὲν προαίρεσις καὶ πάντα τὰ προαιρετικὰ ἔργα, οὐκ ἐφ᾽ ἡμῖν δὲ τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, κτήσεις, γονεῖς, ἀδελφοὶ, τέκνα, πατρίς, ἁπλῶς οἱ κοινωνοί. [11] ποῦ οὖν θῶμεν τὸ ἀγαθόν; ποίᾳ οὐσίᾳ αὐτὸ ἐφαρμόσομεν; τῇ ἐφ᾽ ἡμῖν; [12]εἶτα οὐκ ἔστιν ἀγαθὸν ὑγίεια καὶ ἀρτιότης καὶ ζωή, ἀλλ᾽ οὐδὲ τέκνα οὐδὲ γονεῖς οὐδὲ πατρίς; — καὶ τίς σου ἀνέξεται; [13] μεταθῶμεν οὖν αὐτὸ πάλιν ἐνθάδε. ἐνδέχεται οὖν βλαπτόμενον καὶ ἀποτυγχάνοντα τῶν ἀγαθῶν εὐδαιμονεῖν; — οὐκ ἐνδέχεται. — καὶ τὴν πρὸς τοὺς κοινωνοὺς οἵαν δεῖ ... ἀναστροφήν; καὶ πῶς ἐνδέχεται; [14] ἐγὼ γὰρ πέφυκα πρὸς τὸ ἐμὸν συμφέρον. εἰ συμφέρει μοι ἀγρὸν ἔχειν, συμφέρει μοι καὶ ἀφελέσθαι αὐτὸν τοῦ πλησίον: εἰ συμφέρει μοι ἱμάτιον ἔχειν, συμφέρει μοι καὶ κλέψαι αὐτὸ ἐκ βαλανείου. ἔνθεν πόλεμοι, στάσεις, τυραννίδες, ἐπιβουλαί. [15] πῶς δ᾽ ἔτι δυνήσομαι τὸ πρὸς τὸν Δία καθῆκον; εἰ γὰρ βλάπτομαι καὶ ἀτυχῶ, οὐκ ἐπιστρέφεταί μου. καὶτί μοι καὶ αὐτῷ, εἰ οὐ δύναταί μοι βοηθῆσαι;’ καὶ πάλιντί μοι καὶ αὐτῷ, εἰ θέλει μ᾽ ἐν τοιούτοις εἶναι ἐν οἷς εἰμι;’ ἄρχομαι λοιπὸν μισεῖν αὐτόν. [16] τί οὖν ναοὺς ποιοῦμεν, τί οὖν ἀγάλματα, ὡς κακοῖς δαίμοσιν, ὡς πυρετῷ τῷ Διί; καὶ πῶς ἔτι Σωτὴρ καὶ πῶς Ὑέτιος καὶ πῶς Ἐπικάρπιος; καὶ μήν, ἂν ἐνταῦθά που θῶμεν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, πάντα ταῦτα ἐξακολουθεῖ.

τί οὖν ποιήσωμεν; [17]αὕτη ἐστὶ ζήτησις τοῦ φιλοσοφοῦντος τῷ ὄντι καὶ ὠδίνοντος: νῦν ἐγὼ οὐχ ὁρῶ τί ἐστι τὸ ἀγαθὸν καὶ τὸ κακόν: οὐ μαίνομαι; [18] ναί: ἀλλ᾽ ἂν ἐνταῦθά που θῶ τὸ ἀγαθόν, ἐν τοῖς προαιρετικοῖς, πάντες μου καταγελάσονται. ἥξει τις γέρων πολιὸς χρυσοῦς δακτυλίους ἔχων πολλούς, εἶτα ἐπισείσας τὴν κεφαλὴν ἐρεῖἄκουσόν μου, τέκνον: δεῖ μὲν καὶ φιλοσοφεῖν, δεῖ δὲ καὶ ἐγκέφαλον ἔχειν: ταῦτα μωρά ἐστιν. σὺ παρὰ τῶν φιλοσόφων μανθάνεις συλλογισμόν, [19] τί δέ σοι ποιητέον ἐστίν, σὺ κάλλιον οἶδας οἱ φιλόσοφοι.’ ἄνθρωπε, τί οὖν μοι ἐπιτιμᾷς, εἰ οἶδα; [20] τούτῳ τῷ ἀνδραπόδῳ τί εἴπω; [21] ἂν σιωπῶ, ῥήγνυται ἐκεῖνος. ὡς δεῖ λέγειν ὅτισύγγνωθί μοι ὡς τοῖς ἐρῶσιν: οὐκ εἰμὶ ἐμαυτοῦ, μαίνομαι.’


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: