previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ τῶν ἐφ᾽ ἡμῖν καὶ οὐκ ἐφ᾽ ἡμῖν.

τῶν ἄλλων δυνάμεων οὐδεμίαν εὑρήσετε αὐτὴν αὑτῆς θεωρητικήν, οὐ τοίνυν οὐδὲ δοκιμαστικὴν ἀποδοκιμαστικήν. [2] γραμματικὴ μέχρι τίνος κέκτηται τὸ θεωρητικόν; μέχρι τοῦ διαγνῶναι τὰ γράμματα. μουσική; μέχρι τοῦ διαγνῶναι τὸ μέλος. [3] αὐτὴ οὖν αὑτὴν θεωρεῖ τις αὐτῶν; οὐδαμῶς. ἀλλ᾽ ὅτε μέν, ἄν τι γράφῃς τῷ ἑταίρῳ, δεῖ τούτων τῶν γραπτέων, γραμματικὴ ἐρεῖ: πότερον δὲ γραπτέον τῷ ἑταίρῳ οὐ γραπτέον, γραμματικὴ οὐκ ἐρεῖ. καὶ περὶ τῶν μελῶν ὡσαύτως μουσική: πότερον δ᾽ ᾀστέον νῦν καὶ κιθαριστέον οὔτε ᾀστέον οὔτε κιθαριστέον οὐκ ἐρεῖ. [4] τίς οὖν ἐρεῖ; καὶ αὑτὴν θεωροῦσα καὶ τἆλλα πάντα. αὕτη δ᾽ ἐστὶ τίς; δύναμις λογική: μόνη γὰρ αὕτη καὶ αὑτὴν κατανοήσουσα παρείληπται, τίς τέ ἐστι καὶ τί δύναται καὶ πόσου ἀξία οὖσα ἐλήλυθεν, καὶ τὰς ἄλλας ἁπάσας. [5] τί γάρ ἐστιν ἄλλο τὸ λέγον ὅτι χρυσίον καλόν ἐστιν; αὐτὸ γὰρ οὐ λέγει. δῆλον ὅτι χρηστικὴ δύναμις ταῖς φαντασίαις. τί ἄλλο τὸ μουσικήν, [6] γραμματικήν, τὰς ἄλλας δυνάμεις διακρῖνον, δοκιμάζον τὰς χρήσεις αὐτῶν καὶ τοὺς καιροὺς παραδεικνύον; οὐδὲν ἄλλο.

[7] ὥσπερ οὖν ἦν ἄξιον, τὸ κράτιστον ἁπάντων καὶ κυριεῦον οἱ θεοὶ μόνον ἐφ᾽ ἡμῖν ἐποίησαν, τὴν χρῆσιν τὴν ὀρθὴν ταῖς φαντασίαις, τὰ δ᾽ ἄλλα οὐκ ἐφ᾽ ἡμῖν. ἆρά γε ὅτι οὐκ ἤθελον; [8] ἐγὼ μὲν δοκῶ ὅτι, εἰ ἠδύναντο, κἀκεῖνα ἂν ἡμῖν ἐπέτρεψαν: ἀλλὰ πάντως οὐκ ἠδύναντο. [9] ἐπὶ γῆς γὰρ ὄντας καὶ σώματι συνδεδεμένους τοιούτῳ καὶ κοινωνοῖς τοιούτοις πῶς οἷόν τ᾽ ἦν εἰς ταῦτα ὑπὸ τῶν ἐκτὸς μὴ ἐμποδίζεσθαι;

ἀλλὰ τί λέγει Ζεύς; [10]Ἐπίκτητε, εἰ οἷόν τε ἦν, καὶ τὸ σωμάτιον ἄν σου καὶ τὸ κτησίδιον ἐποίησα ἐλεύθερον καὶ ἀπαραπόδιστον. [11] νῦν δέ, μή σε λανθανέτω, τοῦτο οὐκ ἔστιν σόν, ἀλλὰ πηλὸς κομψῶς πεφυραμένος. [12] ἐπεὶ δὲ τοῦτο οὐκ ἠδυνάμην, ἐδώκαμέν σοι μέρος τι ἡμέτερον, τὴν δύναμιν ταύτην τὴν ὁρμητικήν τε καὶ ἀφορμητικὴν καὶ ὀρεκτικήν τε καὶ ἐκκλιτικὴν καὶ ἁπλῶς τὴν χρηστικὴν ταῖς φαντασίαις, ἧς ἐπιμελούμενος καὶ ἐν τὰ σαυτοῦ τιθέμενος οὐδέποτε κωλυθήσῃ, οὐδέποτ᾽ ἐμποδισθήσῃ, οὐ στενάξεις, οὐ μέμψῃ, οὐ κολακεύσεις οὐδένα. [13] τί οὖν; μή τι μικρά σοι φαίνεται ταῦτα;’ ‘μὴ γένοιτο.’ ‘ἀρκῇ οὖν αὐτοῖς;’ ‘εὔχομαιδὲ τοῖς θεοῖς.’ [14]

νῦν δ᾽ ἑνὸς δυνάμενοι ἐπιμελεῖσθαι καὶ ἑνὶ προσηρτηκέναι ἑαυτοὺς μᾶλλον θέλομεν πολλῶν ἐπιμελεῖσθαι καὶ πολλοῖς προσδεδέσθαι καὶ τῷ σώματι καὶ τῇ κτήσει καὶ ἀδελφῷ καὶ φίλῳ καὶ τέκνῳ καὶ δούλῳ. [15] ἅτε οὖν πολλοῖς προσδεδεμένοι βαρούμεθα ὑπ᾽ αὐτῶν καὶ καθελκόμεθα. [16] διὰ τοῦτο, ἂν ἄπλοια , καθήμεθα σπώμενοι καὶ παρακύπτομεν συνεχῶς: ‘τίς ἄνεμος πνεῖ; βορέας.’ τί ἡμῖν καὶ αὐτῷ; ‘πότε ζέφυρος πνεύσει;’ ὅταν αὐτῷ δόξῃ, βέλτιστε, τῷ Αἰόλῳ. σὲ γὰρ οὐκ ἐποίησεν θεὸς ταμίαν τῶν ἀνέμων, ἀλλὰ τὸν Αἴολον. [17] τί οὖν; δεῖ τὰ ἐφ᾽ ἡμῖν βέλτιστα κατασκευάζειν, τοῖς δ᾽ ἄλλοις χρῆσθαι ὡς πέφυκεν. ‘πῶς οὖν πέφυκεν;’ ὡς ἂν θεὸς θέλῃ.

[18]ἐμὲ οὖν νῦν τραχηλοκοπεῖσθαι μόνον;’ τί οὖν; ἤθελες πάντας τραχηλοκοπηθῆναι, ἵνα σὺ παραμυθίαν ἔχῃς; οὐ θέλεις οὕτως ἐκτεῖναι τὸν τράχηλον, [19] ὡς Λατερανός τις ἐν τῇ Ῥώμῃ κελευσθεὶς ὑπὸ τοῦ Νέρωνος ἀποκεφαλισθῆναι; ἐκτείνας γὰρ τὸν τράχηλον καὶ πληγεὶς καὶ πρὸς αὐτὴν τὴν πληγὴν ἀσθενῆ γενομένην ἐπ᾽ ὀλίγον συνελκυσθεὶς πάλιν ἐξέτεινεν. [20] ἀλλὰ καὶ ἔτι πρότερον προσελθόντι τις Ἐπαφροδίτῳ τῷκυρίῳ τοῦ Νέρωνος καὶ ἀνακρίνοντι αὐτὸν ὑπὲρ τοῦ συγκρουσθῆναιἄν τί θέλω,’ φησίν, ‘ἐρῶ σου τῷ κυρίῳ.’

[21]τί οὖν δεῖ πρόχειρον ἔχειν ἐν τοῖς τοιούτοις;’ τί γὰρ ἄλλο τί ἐμὸν καὶ τί οὐκ ἐμὸν καὶ τί μοι ἔξεστιν καὶ τί μοι οὐκ ἔξεστιν; [22] ἀποθανεῖν με δεῖ: μή τι οὖν καὶ στένοντα; δεθῆναι: μή τι καὶ θρηνοῦντα; φυγαδευθῆναι: μή τις οὖν κωλύει γελῶντα καὶ εὐθυμοῦντα καὶ εὐροοῦντα; [23]εἰπὲ τὰ ἀπόρρητα.’ οὐ λέγω: τοῦτο γὰρ ἐπ᾽ ἐμοί ἐστιν. ‘ἀλλὰ δήσω σε.’ ἄνθρωπε. τί λέγεις; ἐμέ; τὸ σκέλος μου δήσεις, τὴν προαίρεσιν δὲ οὐδ᾽ Ζεὺς νι [24] κῆσαι δύναται. ‘εἰς φυλακήν σε βαλῶ.’ τὸ σωμάτιον. ‘ἀποκεφαλίσω σε.’ πότε οὖν σοὶ εἶπον, ὅτι μόνου ἐμοῦ τράχηλος ἀναπότμητός ἐστιν; [25] ταῦτα ἔδει μελετᾶν τοὺς φιλοσοφοῦντας, ταῦτα καθ᾽ ἡμέραν γράφειν, ἐν τούτοις γυμνάζεσθαι.

Θρασέας εἰώθει λέγειν [26]σήμερον ἀναιρεθῆναι θέλω μᾶλλον αὔριον φυγαδευθῆναι[27] τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; ‘εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς μωρία τῆς ἐκλογῆς; εἰ δ᾽ ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέλεις μελετᾶν ἀρκεῖσθαι τῷ δεδομένῳ;’

[28] διὰ τοῦτο γὰρ Ἀγριππῖνος τί ἔλεγεν; ὅτιἐγὼ ἐμαυτῷ ἐμπόδιος οὐ γίνομαι.’ ἀπηγγέλη αὐτῷ ὅτι [29]κρίνῃ ἐν συγκλήτῳ.’ — ‘ἀγαθῇ τύχῃ. ἀλλὰ ἦλθεν πέμπτη’ (ταύτῃ δ᾽ εἰώθει γυμνασάμενος ψυχρολουτρεῖν): [30]ἀπέλθωμεν καὶ γυμνασθῶμεν.’ γυμνασαμένῳ λέγει τις, αὐτῷ ἐλθὼν ὅτιΚατακέκρισαι.’ — ‘φυγῇ,’, φησίν, ‘ θανάτῳ;’ — ‘φυγῇ.’ — ‘τὰ ὑπάρχοντα τί;’ — ‘οὐκ ἀφῃρέθη.’ — ‘εἰς Ἀρίκειαν οὖν ἀπελθόντες ἀριστήσωμεν. ’ [31]τοῦτ᾽ ἔστι μεμελετηκέναι δεῖ μελετᾶν, ὄρεξιν ἔκκλισιν ἀκώλυτα ἀπερίπτωτα παρεσκευακέναι. ἀποθανεῖν με δεῖ. [32] εἰ ἤδη, ἀποθνῄσκω: κἂν μετ᾽ ὀλίγον, νῦν ἀριστῶ τῆς ὥρας ἐλθούσης, εἶτα τότε τεθνήξομαι. πῶς; ὡς προσήκει τὸν τὰ ἀλλότρια ἀποδιδόντα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: