This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ ἐλεφάντων
Ἐπὶ δὲ τῶν ἐλεφάντων ὁ μὲν ἑνὸς ἐλέφαντος
ἄρχων ζῴαρχος ὀνομάζεται, ὁ δὲ δυεῖν θήραρχος
[p. 292]
καὶ τὸ σύστημα θηραρχία, ὁ δὲ τεσσάρων ἐπιθήραρχος
καὶ ἐπιθηραρχία τὸ σύστημα, ὁ δὲ τῶν
ὀκτὼ ἰλάρχης, τῶν δὲ ἑξκαίδεκα ἐλεφαντάρχης,
κεράρχης δὲ ὁ τῶν δύο καὶ τριάκοντα, ὁ δὲ τῶν
διπλασιόνων φαλαγγάρχης, καὶ ὁμωνύμως τὸ
σύστημα καθ̓ ἑκάστην ἀρχὴν κεκλήσεται.