previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εἰ δ̓ ἔτι πρὸς τούτοις φέρων ὑμῖν τὰ ἀγάλματα αὐτὰ ἐπισκοπεῖν παραθείην, ἐπιόντες ὡς ἀληθῶς λῆρον εὑρήσετε τὴν συνήθειαν, ‘ἔργα χειρῶν ἀνθρώπωνἀναίσθητα προστρεπόμενοι. 1 πάλαι μὲν οὖν οἱ Σκύθαι τὸν ἀκινάκην, οἱ Ἄραβες τὸν λίθον, οἱ Πέρσαι τὸν ποταμὸν προσεκύνουν, καὶ τῶν [p. 102] ἄλλων ἀνθρώπων οἱ ἔτι παλαιότεροι ξύλα ἱδρύοντο περιφανῆ καὶ κίονας ἵστων ἐκ λίθων: δὴ καὶ ξόανα προσηγορεύετο διὰ τὸ ἀπεξέσθαι τῆς ὕλης. ἀμέλει ἐν Ἰκάρῳ τῆς Ἀρτέμιδος τὸ ἄγαλμα ξύλον ἦν οὐκ εἰργασμένον, καὶ τῆς Κιθαιρωνίας Ἥρας ἐν Θεσπείᾳ πρέμνον ἐκκεκομμένον: καὶ τὸ τῆς Σαμίας Ἥρας, ὥς φησιν Ἀέθλιος, πρότερον μὲν ἦν σανίς, ὕστερον δὲ ἐπὶ Προκλέους ἄρχοντος ἀνδριαντοειδὲς ἐγένετο. ἐπεὶ δὲ ἀνθρώποις ἀπεικονίζεσθαι τὰ ξόανα ἤρξατο, βρέτη τὴν ἐκ βροτῶν ἐπωνυμίαν ἐκαρπώσατο. ἐν Ῥώμῃ δὲ τὸ παλαιὸν δόρυ φησὶ γεγονέναι τοῦ Ἄρεως τὸ ξόανον Οὐάρρων συγγραφεύς, οὐδέπω τῶν τεχνιτῶν ἐπὶ τὴν εὐπρόσωπον ταύτην κακοτεχνίαν ὡρμηκότων. ἐπειδὴ δὲ ἤνθησεν τέχνη, ηὔξησεν πλάνη. Ὡς μὲν οὖν τοὺς λίθους καὶ τὰ ξύλα καὶ συνελόντι φάναι τὴν ὕλην ἀγάλματα ἀνδρείκελα ἐποιήσαντο, οἷς ἐπιμορφάζετε εὐσέβειαν συκοφαντοῦντες τὴν ἀλήθειαν, ἤδη μὲν αὐτόθεν δῆλον: οὐ μὴν ἀλλὰ καὶ ἀποδείξεως ποσῆς ἐπιδεομένου τοῦ τόπου οὐ παραιτητέον. τὸν μὲν οὖν Ὀλυμπίασι Δία καὶ τὴν Ἀθήνησι Πολιάδα ἐκ χρυσοῦ καὶ ἐλέφαντος κατασκευάσαι Φειδίαν παντί που σαφές: τὸ δὲ ἐν Σάμῳ τῆς Ἥρας ξόανον Σμίλιδι τῷ 2 Εὐκλείδου πεποιῆσθαι Ὀλύμπιχος ἐν Σαμιακοῖς ἱστορεῖ. μὴ οὖν ἀμφιβάλλετε, εἰ τῶν Σεμνῶν Ἀθήνησι καλουμένων [p. 104] θεῶν τὰς μὲν δύο Σκόπας ἐποίησεν ἐκ τοῦ καλουμένου λυχνέως λίθου, Κάλως δὲ τὴν μέσην αὐταῖν: ἱστοροῦντα ἔχω σοι 3 Πολέμωνα δεικνύναι ἐν τῇ τετάρτῃ τῶν πρὸς Τίμαιον: μηδ̓ εἰ 4 τὰ ἐν Πατάροις τῆς Λυκίας ἀγάλματα Διὸς καὶ Ἀπόλλωνος Φειδίας πάλιν ἐκεῖνος 5 τὰ ἀγάλματα 6 καθάπερ τοὺς λέοντας τοὺς σὺν αὐτοῖς ἀνακειμένους εἴργασται: εἰ δέ, ὥς φασί τινες, Βρυάξιος 7 τέχνη, οὐ διαφέρομαι: ἔχεις καὶ τοῦτον ἀγαλματουργόν: ὁπότερον αὐτοῖν βούλει ἐπίγραφε. καὶ μὴν Τελεσίου τοῦ Ἀθηναίου, ὥς φησι Φιλόχορος, ἔργον εἰσὶν ἀγάλματα ἐννεαπήχη Ποσειδῶνος καὶ Ἀμφιτρίτης ἐν Τήνῳ προσκυνούμενα. Δημήτριος γὰρ ἐν δευτέρῳ τῶν Ἀργολικῶν τοῦ ἐν Τίρυνθι τῆς Ἥρας ξοάνου καὶ τὴν ὕλην ὄγχνην καὶ τὸν ποιητὴν Ἄργον ἀναγράφει. πολλοὶ δ̓ ἂν τάχα που θαυμάσειαν, εἰ μάθοιεν τὸ Παλλάδιον τὸ διοπετὲς καλούμενον, Διομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ Δημοφῶντι, ἐκ τῶν Πέλοπος ὀστῶν κατεσκευάσθαι, καθάπερ τὸν Ὀλύμπιον ἐξ ἄλλων ὀστῶν Ἰνδικοῦ θηρίου. καὶ δὴ τὸν ἱστοροῦντα Διονύσιον ἐν τῷ πέμπτῳ μέρει τοῦ Κύκλου παρίστημι. Ἀπελλᾶς δὲ ἐν τοῖς [p. 106] Δελφικοῖς δύο φησὶ γεγονέναι τὰ Παλλάδια, ἄμφω δ̓ ὑπ̓ ἀνθρώπων δεδημιουργῆσθαι. ἀλλ̓ ὅπως μηδεὶς ὑπολάβῃ καὶ ταῦτά με ἀγνοίᾳ παρεικέναι, 8 παραθήσομαι τοῦ Μορύχου Διονύσου τὸ ἄγαλμα Ἀθήνησι γεγονέναι μὲν ἐκ τοῦ φελλάτα καλουμένου λίθου, ἔργον δὲ εἶναι Σίκωνος τοῦ Εὐπαλάμου, ὥς φησι Πολέμων ἔν τινι ἐπιστολῇ. ἐγενέσθην 9 δὲ καὶ ἄλλω τινὲ δύω Κρητικὼ οἶμαι ἀνδριαντοποιὼ ῾Σκύλλις 10 καὶ Δίποινος ὠνομαζέσθην̓: τούτω δὲ τὰ ἐν Ἄργει τοῖν Διοσκούροιν ἀγάλματα κατεσκευασάτην καὶ τὸν ἐν Τίρυνθι Ἡρακλέους ἀνδριάντα καὶ τὸ τῆς Μουνυχίας Ἀρτέμιδος ξόανον ἐν Σικυῶνι. Καὶ τί περὶ ταῦτα διατρίβω, ἐξὸν αὐτὸν τὸν μεγαλοδαίμονα ὑμῖν ἐπιδεῖξαι ὅστις ἦν, ὃν δὴ κατ̓ ἐξοχὴν πρὸς πάντων σεβασμοῦ κατηξιωμένον ἀκούομεν, τοῦτον ὃν 11 ἀχειροποίητον εἰπεῖν τετολμήκασιν, τὸν Αἰγύπτιον Σάραπιν ; οἱ μὲν γὰρ αὐτὸν ἱστοροῦσιν χαριστήριον ὑπὸ Σινωπέων Πτολεμαίῳ τῷ Φιλαδέλφῳ τῷ Αἰγυπτίων πεμφθῆναι βασιλεῖ, ὃς λιμῷ τρυχομένους αὐτοὺς ἀπ̓ Αἰγύπτου μεταπεμψαμένους 12 σῖτον Πτολεμαῖος 13 ἀνεκτήσατο, εἶναι δὲ τὸ ξόανον τοῦτο ἄγαλμα Πλούτωνος: δὲ 14 δεξάμενος τὸν ἀνδριάντα καθίδρυσεν ἐπὶ τῆς [p. 108] ἄκρας, ἣν νῦν Ῥακῶτιν καλοῦσιν, ἔνθα καὶ τὸ ἱερὸν τετίμηται τοῦ Σαράπιδος, γειτνιᾷ δὲ τοῖς τόποις 15 τὸ χωρίον. Βλιστίχην 16 δὲ τὴν παλλακίδα τελευτήσασαν ἐν Κανώβῳ μεταγαγὼν Πτολεμαῖος ἔθαψεν ὑπὸ τὸν προδεδηλωμένον σηκόν. ἄλλοι δέ φασι Ποντικὸν εἶναι βρέτας τὸν Σάραπιν, μετῆχθαι δὲ εἰς Ἀλεξάνδρειαν μετὰ τιμῆς πανηγυρικῆς. Ἰσίδωρος μόνος παρὰ Σελευκέων τῶν πρὸς Ἀντιοχείᾳ 17 τὸ ἄγαλμα μεταχθῆναι λέγει, ἐν σιτοδείᾳ καὶ αὐτῶν γενομένων καὶ ὑπὸ Πτολεμαίου διατραφέντων. ἀλλ̓ γε Ἀθηνόδωρος τοῦ Σάνδωνος ἀρχαΐζειν τὸν Σάραπιν βουληθεὶς οὐκ οἶδ̓ ὅπῳς 18 περιέπεσεν, ἐλέγξας αὐτὸν ἄγαλμα εἶναι γενητόν: Σέσωστρίν φησι τὸν Αἰγύπτιον βασιλέα, τὰ πλεῖστα τῶν παῤ Ἕλλησι παραστησάμενον ἐθνῶν, ἐπανελθόντα εἰς Αἴγυπτον ἐπαγαγέσθαι τεχνίτας ἱκανούς: τὸν οὖν Ὄσιριν τὸν προπάτορα τὸν αὑτοῦ δαιδαλθῆναι ἐκέλευσεν αὐτὸς 19 πολυτελῶς, κατασκευάζει δὲ αὐτὸν Βρύαξις δημιουργός, οὐχ Ἀθηναῖος, ἄλλος δέ τις ὁμώνυμος ἐκείνῳ τῷ Βρυάξιδι: ὃς ὕλῃ κατακέχρηται εἰς δημιουργίαν μικτῇ καὶ ποικίλῃ. ῥίνημα γὰρ χρυσοῦ ἦν αὐτῷ καὶ ἀργύρου χαλκοῦ τε καὶ σιδήρου καὶ μολίβδου, πρὸς δὲ καὶ κασσιτέρου, λίθων δὲ Αἰγυπτίων ἐνέδει οὐδὲ εἶς, σαπφείρου καὶ αἱματίτου θραύσματα σμαράγδου τε, ἀλλὰ καὶ τοπαζίου. λεάνας οὖν τὰ πάντα καὶ ἀναμίξας ἔχρωσε κυάνῳ, οὗ δὴ χάριν μελάντερον [p. 110] τὸ χρῶμα τοῦ ἀγάλματος, καὶ τῷ ἐκ τῆς Ὀσίριδος καὶ τοῦ Ἄπιος κηδείας ὑπολελειμμένῳ φαρμάκῳ φυράσας τὰ πάντα διέπλασεν τὸν Σάραπιν: οὗ καὶ τοὔνομα αἰνίττεται τὴν κοινωνίαν τῆς κηδείας καὶ τὴν ἐκ τῆς ταφῆς δημιουργίαν, σύνθετον ἀπό τε Ὀσίριδος καὶ Ἄπιος γενόμενον Ὀσίραπις. Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παῤ Ἕλλησι, σεβασμίως τεθείακεν θεὸν βασιλεὺς Ῥωμαίων τὸν ἐρώμενον ὡραιότατον 20 σφόδρα γενόμενον: Ἀντίνοον ὃν 21 ἀνιέρωσεν οὕτως ὡς Γανυμήδην Ζεύς: οὐ γὰρ κωλύεται ῥᾳδίως ἐπιθυμία φόβον οὐκ ἔχουσα: καὶ νύκτας ἱερὰς τὰς Ἀντινόου προσκυνοῦσιν ἄνθρωποι νῦν, ἃς αἰσχρὰς ἠπίστατο συναγρυπνήσας ἐραστής. τί μοι θεὸν καταλέγεις τὸν πορνείᾳ τετιμημένον; τί δὲ καὶ ὡς υἱὸν θρηνεῖσθαι προσέταξας; τί δὲ καὶ τὸ κάλλος αὐτοῦ διηγῇ; αἰσχρόν ἐστι τὸ κάλλος ὕβρει μεμαραμμένον. μὴ τυραννήσῃς, ἄνθρωπε, τοῦ κάλλους μηδὲ ἐνυβρίσῃς ἀνθοῦντι τῷ νέῳ: τήρησον αὐτὸ καθαρόν, ἵνα καλόν. βασιλεὺς τοῦ κάλλους γενοῦ, μὴ τύραννος: ἐλεύθερον 22 μεινάτω: τότε σου γνωρίσω τὸ κάλλος, ὅτε 23 καθαρὰν τετήρηκας τὴν εἰκόνα: τότε προσκυνήσω τὸ κάλλος, ὅτε 24 ἀληθινὸν ἀρχέτυπόν ἐστι τῶν καλῶν. ἤδη δὲ τάφος ἐστὶ τοῦ ἐρωμένου, νεώς ἐστιν Ἀντινόου καὶ πόλις: καθάπερ [p. 112] δέ, οἶμαι, οἱ ναοί, οὕτω δὲ καὶ οἱ τάφοι θαυμάζονται, πυραμίδες καὶ μαυσώλεια καὶ λαβύρινθοι, ἄλλοι ναοὶ τῶν νεκρῶν, ὡς ἐκεῖνοι τάφοι τῶν θεῶν. διδάσκαλον δὲ ὑμῖν παραθήσομαι τὴν προφῆτιν Σίβυλλαν οὐ ψευδοῦς Φοίβου χρησμηγόρον, ὅν τε μάταιοι ἄνθρωποι θεὸν εἶπον, ἐπεψεύσαντο δὲ μάντιν, ἀλλὰ θεοῦ μεγάλοιο, τὸν οὐ χέρες ἔπλασαν ἀνδρῶν εἰδώλοις ἀλάλοισι λιθοξέστοισιν ὅμοιον. αὕτη μέντοι ἐρείπια τοὺς νεὼς προσαγορεύει, τὸν μὲν τῆς Ἐφεσίας Ἀρτέμιδοςχάσμασι καὶ σεισμοῖςκαταποθήσεσθαι προμηνύουσα οὕτως, ὕπτια δ̓ οἰμῴξει Ἔφεσος κλαίουσα παῤ ὄχθαις καὶ νηὸν ζητοῦσα τὸν οὐκέτι ναιετάοντα: τὸν δὲ Ἴσιδος καὶ Σαράπιδος ἐν Αἰγύπτῳ κατενεχθήσεσθαί φησι καὶ ἐμπρησθήσεσθαι: Ἶσι, θεὰ τριτάλαινα, μένεις ἐπὶ χεύμασι 25 Νείλου μούνη, μαινὰς ἄναυδος ἐπὶ ψαμάθοις Ἀχέροντος, εἶτα ὑποβᾶσα: καὶ σύ, Σάραπι λίθους ἀργοὺς ἐπικείμενε πολλούς, κεῖσαι πτῶμα μέγιστον ἐν Λἰγύπτῳ τριταλαίνῃ. σὺ δὲ ἀλλ̓ εἰ μὴ προφήτιδος ἐπακούεις, τοῦ γε σοῦ ἄκουσον φιλοσόφου, τοῦ Ἐφεσίου Ἡρακλείτου, τὴν ἀναισθησίαν ὀνειδίζοντος τοῖς ἀγάλμασι: ‘καὶ τοῖς ἀγάλμασι τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις [p. 114] τοῖς 26 δόμοις λεσχηνεύοιτο.’ γὰρ οὐχὶ τερατώδεις οἱ λίθους προστρεπόμενοι, 27 εἶτα μέντοι καὶ πρὸ τῶν πυλῶν ἱστάντες αὐτοὺς ὡς ἐνεργεῖς, Ἑρμῆν προσκυνοῦντες 28 ὡς θεὸν καὶ τὸν Ἀγυιέα θυρωρὸν ἱστάντες; εἰ γὰρ ὡς ἀναισθήτους ὑβρίζουσιν, τί προσκυνοῦσιν ὡς θεούς; εἰ δὲ αἰσθήσεως αὐτοὺς μετέχειν οἴονται, τί τούτους ἱστᾶσι θυρωρούς; Ῥωμαῖοι δὲ τὰ μέγιστα κατορθώματα τῇ Τύχῃ ἀνατιθέντες καὶ ταύτην μεγίστην οἰόμενοι θεόν, φέροντες εἰς τὸν κοπρῶνα ἀνέθηκαν αὐτήν, ἄξιον νεὼν τὸν ἀφεδρῶνα νείμαντες τῇ θεῷ. Ἀλλὰ γὰρ ἀναισθήτῳ λίθῳ καὶ ξύλῳ καὶ χρυσίῳ πλουσίῳ οὐδ̓ ὁτιοῦν μέλει, οὐ κνίσης, οὐχ αἵματος, οὐ καπνοῦ, δὴ τιμώμενοι καὶ τυφόμενοι ἐκμελαίνονται: ἀλλ̓ οὐδὲ τιμῆς, οὐχ ὕβρεως: τὰ δὲ καὶ παντός ἐστιν ἀτιμότερα ζῴου, τὰ ἀγάλματα. καὶ ὅπως γε τεθείασται τὰ ἀναίσθητα, ἀπορεῖν ἔπεισί μοι καὶ κατελεεῖν τοὺς πλανωμένους τῆς ἀνοίας ὡς δειλαίους: εἰ γὰρ καί τινα τῶν ζῴων οὐχὶ πάσας ἔχει τὰς αἰσθήσεις, ὥσπερ εὐλαὶ καὶ κάμπαι καὶ ὅσα διὰ τῆς πρώτης γενέσεως εὐθὺς ἀνάπηρα φαίνεται, καθάπερ οἱ σπάλακες καὶ μυγαλῆ, ἥν φησιν Νίκανδροςτυφλήν τε σμερδνήν τε’: ἀλλά γε ἀμείνους εἰσὶ τῶν ξοάνων τούτων καὶ τῶν [p. 116] ἀγαλμάτων τέλεον ὄντων κωφῶν: ἔχουσιν γὰρ αἴσθησιν μίαν γέ τινα, φέρε εἰπεῖν ἀκουστικὴν ἁπτικὴν τὴν ἀναλογοῦσαν τῇ ὀσφρήσει τῇ γεύσει: τὰ δὲ οὐδὲ μιᾶς αἰσθήσεως μετέχει, τὰ ἀγάλματα. πολλὰ δέ ἐστι τῶν ζῴων, ὅσα οὔτε 29 ὅρασιν ἔχει οὔτε ἀκοὴν οὐδὲ 30 μὴν φωνήν, οἶον καὶ τὸ τῶν ὀστρέων γένος, ἀλλὰ ζῇ γε καὶ αὔξεται, πρὸς δὲ καὶ τῇ σελήνῃ συμπάσχει: τὰ δὲ ἀγάλματα ἀργά, ἄπρακτα, ἀναίσθητα, προσδεῖται καὶ προσκαθηλοῦται καὶ προσπήγνυται, χωνεύεται, ῥινᾶται, πρίεται, περιξέεται, γλύφεται. κωφὴν μὲν δὴ γαῖαν ἀεικίζουσιν οἱ ἀγαλματοποιοί, τῆς οἰκείας ἐξιστάντες φύσεως, ὑπὸ τῆς τέχνης προσκυνεῖν ἀναπείθοντες: προσκυνοῦσιν δὲ οἱ θεοποιοὶ οὐ θεοὺς καὶ δαίμονας κατά γε αἴσθησιν τὴν ἐμήν, γῆν δὲ καὶ τέχνην, τὰ ἀγάλματα ὅπερ ἐστίν. ἔστιν γὰρ ὡς ἀληθῶς τὸ ἄγαλμα ὕλη νεκρὰ τεχνίτου χειρὶ μεμορφωμένη: ἡμῖν δὲ οὐχ ὕλης αἰσθητῆς αἰσθητόν, νοητὸν δὲ τὸ ἄγαλμά ἐστιν. νοητόν, οὐκ αἰσθητόν ἐστι τὸ ἄγαλμα 31 θεός, μόνος ὄντως θεός. Καὶ δὴ ἔμπαλιν ἐν αὐταῖς που ταῖς περιστάσεσιν οἱ δεισιδαίμονες, οἱ τῶν λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας: καταφρονοῦντες δ̓ ὅμως τῶν ἀγαλμάτων, φαίνεσθαι δὲ μὴ βουλόμενοι αὐτῶν ὅλως 32 περιφρονοῦντες, ἐλέγχονται ὑπ̓ αὐτῶν τῶν θεῶν, οἶς δὴ τὰ ἀγάλματα ἐπιπεφήμισται. Διονύσιος μὲν γὰρ [p. 118] τύραννος νεώτερος θοιμάτιον τὸ χρύσεον περιελόμενος τοῦ Διὸς ἐν Σικελίᾳ προσέταξεν αὐτῷ ἐρεοῦν περιτεθῆναι, χαριέντως φήσας τοῦτο ἄμεινον εἶναι τοῦ χρυσέου, 33 καὶ θέρους κουφότερον καὶ κρύους ἀλεεινότερον. Ἀντίοχος δὲ Κυζικηνὸς ἀπορούμενος χρημάτων τοῦ Διὸς τὸ ἄγαλμα τὸ χρυσοῦν, πεντεκαίδεκα πηχῶν τὸ μέγεθος ὄν, προσέταξε χωνεῦσαι καὶ τῆς ἄλλης τῆς ἀτιμοτέρας ὕλης ἄγαλμα παραπλήσιον ἐκείνῳ πετάλοις κεχρυσωμένον ἀναθεῖναι πάλιν. αἱ δὲ χελιδόνες καὶ τῶν ὀρνέων τὰ πλεῖστα κατεξερῶσιν 34 αὐτῶν τῶν ἀγαλμάτων εἰσπετόμενα, οὐδὲν φροντίσαντα οὔτε Ὀλυμπίου Διὸς οὔτε Ἐπιδαυρίου Ἀσκληπιοῦ οὐδὲ μὴν Ἀθηνᾶς Πολιάδος Σαράπιδος Λἰγυπτίου: παῤ ὧν οὐδὲ αὐτῶν τὴν ἀναισθησίαν τῶν ἀγαλμάτων ἐκμανθάνετε. ἀλλ̓ εἰσὶ μὲν κακοῦργοί τινες πολέμιοι ἐπιθέμενοι, οἳ δἰ αἰσχροκέρδειαν ἐδῄωσαν τὰ ἱερὰ καὶ τὰ ἀναθήματα ἐσύλησαν καὶ αὐτὰ ἐχώνευσαν τὰ ἀγάλματα. καὶ εἰ Καμβύσης τις Δαρεῖος ἄλλος μαινόμενος τοιαῦτα ἄττα ἐπεχείρησεν καὶ εἰ τὸν Αἰγύπτιόν τις ἀπέκτεινεν Ἆπιν, γελῶ μὲν ὅτι τὸν θεὸν ἀπέκτεινεν αὐτῶν, ἀγανακτῶ δὲ εἰ κέρδους χάριν ἐπλημμέλει. ἑκὼν οὖν ἐκλήσομαι τῆσδε τῆς κακουργίας, πλεονεξίας ἔργα, οὐχὶ δὲ ἀδρανείας τῶν εἰδώλων ἔλεγχον νομίζων. ἀλλ̓ οὔτι γε τὸ πῦρ καὶ οἱ σεισμοὶ κερδαλέοι, οὐδὲ μὴν φοβοῦνται δυσωποῦνται οὐ τοὺς δαίμονας, οὐ τὰ ἀγάλματα, οὐ μᾶλλον τὰς ψηφῖδας τὰς παρὰ τοῖς αἰγιαλοῖς σεσωρευμένας τὰ κύματα. οἶδα ἐγὼ πῦρ ἐλεγκτικὸν καὶ δεισιδαιμονίας [p. 120] ἰατικόν: εἰ βούλει παύσασθαι τῆς ἀνοίας, φωταγωγήσει σε τὸ πῦρ. τοῦτο τὸ πῦρ καὶ τὸν ἐν Ἄργει νεὼν σὺν καὶ τῇ ἱερείᾳ κατέφλεξεν Χρυσίδι, καὶ τὸν ἐν Ἐφέσῳ τῆς Ἀρτέμιδος δεύτερον μετὰ Ἀμαζόνας καὶ τὸ ἐν Ῥώμῃ Καπιτώλιον ἐπινενέμηται πολλάκις: οὐκ ἀπέσχετο δὲ οὐδὲ τοῦ ἐν Ἀλεξανδρέων πόλει Σαράπιδος ἱεροῦ. Ἀθήνησι γὰρ τοῦ Διονύσου τοῦ Ἐλευθερέως κατήρειψε τὸν νεών, καὶ τὸν ἐν Δελφοῖς τοῦ Ἀπόλλωνος πρότερον ἥρπασεν θύελλα, ἔπειτα ἠφάνισε πῦρ σωφρονοῦν. τοῦτό σοι προοίμιον ἐπιδείκνυται ὧν ὑπισχνεῖται τὸ πῦρ. Οἱ δὲ τῶν ἀγαλμάτων δημιουργοὶ οὐ δυσωποῦσιν ὑμῶν τοὺς ἔμφρονας τῆς ὕλης καταφρονεῖν; μὲν Ἀθηναῖος Φειδίας ἐπὶ τῷ δακτύλῳ τοῦ Διὸς τοῦ Ὀλυμπίου ἐπιγράψαςΠαντάρκης καλός’. οὐ γὰρ καλὸς αὐτῷ Ζεύς, ἀλλ̓ ἐρώμενος ἦν: Πραξιτέλης δέ, ὡς Ποσείδιππος ἐν τῷ περὶ Κνίδου 35 διασαφεῖ, τὸ τῆς Ἀφροδίτης ἄγαλμα τῆς Κνιδίας κατασκευάζων τῷ Κρατίνης τῆς ἐρωμένης εἴδει παραπλήσιον πεποίηκεν αὐτήν, ἵν̓ ἔχοιεν οἱ δείλαιοι [p. 122] τὴν Πραξιτέλους ἐρωμένην προσκυνεῖν. Φρύνη δὲ ὁπηνίκα ἤνθει ἑταίρα Θεσπιακή, οἱ ζωγράφοι πάντεστὰς 36 τῆς Ἀφροδίτης εἰκόνας πρὸς τὸ κάλλος ἀπεμιμοῦντο Φρύνης, ὥσπερ αὖ καὶ οἱ λιθοξόοι τοὺς Ἑρμᾶς Ἀθήνησι πρὸς Ἀλκιβιάδην ἀπείκαζον. ὑπολείπεται τῆς σῆς κρίσεως τὸ ἔργον ἐπάξαι, εἰ βούλει καὶ τὰς ἑταίρας προσκυνεῖν. Ἐντεῦθεν, οἶμαι, κινηθέντες οἱ βασιλεῖς οἱ παλαιοί, καταφρονοῦντες τῶν μύθων τούτων, ἀνέδην διὰ τὸ ἐξ ἀνθρώπων ἀκίνδυνον σφᾶς αὐτοὺς θεοὺς ἀνηγόρευον, ταύτῃ κἀκείνους διὰ τὴν δόξαν ἀπηθανατίσθαι 37 διδάσκοντες: Κῆυξ μὲν Αἰόλου Ζεὺς ὑπὸ τῆς Ἀλκυόνης τῆς γυναικός, Ἀλκυόνη δὲ αὖθις ὑπὸ τοῦ ἀνδρὸς Ἥρα προσαγορευομένη. Πτολεμαῖος δὲ τέταρτος Διόνυσος ἐκαλεῖτο: καὶ Μιθριδάτης Ποντικὸς Διόνυσος καὶ αὐτός: ἐβούλετο δὲ καὶ Ἀλέξανδρος Ἄμμωνος υἱὸς εἶναι δοκεῖν καὶ κερασφόρος ἀναπλάττεσθαι πρὸς τῶν ἀγαλματοποιῶν, τὸ καλὸν ἀνθρώπου πρόσωπον ὑβρίσαι σπεύδων κέρατι. καὶ οὔτι γε βασιλεῖς μόνον, ἀλλὰ καὶ ἰδιῶται θείαις προσηγορίαις σφᾶς αὐτοὺς ἐσέμνυνον, ὡς Μενεκράτης ἰατρός, Ζεὺς οὗτος ἐπικεκλημένος. τί με δεῖ καταλέγειν Ἀλέξαρχον ῾γραμματικὸς οὗτος τὴν ἐπιστήμην γεγονώς, ὡς ἱστορεῖ Ἄριστος Σαλαμίνιος, αὑτὸν κατεσχημάτιζεν εἰς Ἥλιον̓; τί δεῖ καὶ Νικαγόρου μεμνῆσθαι ῾Ζελείτης τὸ γένος ἦν κατὰ τοὺς Ἀλεξάνδρου [p. 124] γεγονὼς χρόνους: Ἑρμῆς προσηγορεύετο Νικαγόρας καὶ τῇ στολῇ τοῦ Ἑρμοῦ ἐκέχρητο, ὡς αὐτὸς μαρτυρεἶ; ὅπου γε καὶ ὅλα ἔθνη καὶ πόλεις αὔτανδροι, κολακείαν ὑποδυόμεναι, ἐξευτελίζουσιν τοὺς μύθους τοὺς περὶ τῶν θεῶν, ἰσοθέους ἄνθρωποι κατασχηματίζοντες ἑαυτούς, ὑπὸ δόξης πεφυσημένοι, ἐπιψηφιζόμενοι τιμὰς ἑαυτοῖς ὑπερόγκους: νῦν μὲν τὸν Μακεδόνα τὸν ἐκ Πέλλης τὸν Ἀμύντου 38 Φίλιππον ἐν Κυνοσάργει νομοθετοῦντες προσκυνεῖν, τὸντὴν κλεῖν κατεαγότα καὶ τὸ σκέλος πεπηρωμένον,’ ὃς ἐξεκόπη τὸν ὀφθαλμόν: αὖθις δὲ τὸν Δημήτριον θεὸν καὶ αὐτὸν ἀναγορεύοντες: καὶ ἔνθα μὲν ἀπέβη τοῦ ἵππου Ἀθήναζε εἰσιών, Καταιβάτου ἱερόν ἐστι Δημητρίου, βωμοὶ δὲ πανταχοῦ: καὶ γάμος ὑπὸ Ἀθηναίων αὐτῷ τῆς Ἀθηνᾶς ηὐτρεπίζετο: δὲ τὴν μὲν θεὸν ὑπερηφάνει, τὸ ἄγαλμα γῆμαι μὴ δυνάμενος: Λάμιαν δὲ τὴν ἑταίραν ἔχων εἰς ἀκρόπολιν ἀνῄει κἀν τῷ τῆς Ἀθηνᾶς συνεφύρετο παστῷ, 39 τῇ παλαιᾷ παρθένῳ τὰ τῆς νέας ἐπιδεικνὺς ἑταίρας σχήματα. οὐ νέμεσις τοίνυν οὐδὲ Ἵππωνι ἀπαθανατίζοντι τὸν θάνατον τὸν ἑαυτοῦ: Ἵππων οὗτος ἐπιγραφῆναι ἐκέλευσεν τῷ μνήματι τῷ ἑαυτοῦ τόδε τὸ ἐλεγεῖον: Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν ἶσον ἐποίησεν Μοῖρα καταφθίμενον. [p. 126] εὖ γε, Ἵππων, ἐπιδεικνύεις ἡμῖν τὴν ἀνθρωπίνην πλάνην. εἰ γὰρ καὶ λαλοῦντί σοι μὴ πεπιστεύκασι, νεκροῦ γενέσθωσαν μαθηταί. χρησμὸς οὗτός ἐστιν Ἵππωνος: νοήσωμεν αὐτόν. οἱ προσκυνούμενοι παῤ ὑμῖν, ἄνθρωποι γενόμενοί ποτε, εἶτα μέντοι τεθνᾶσιν: τετίμηκεν δὲ αὐτοὺς μῦθος καὶ χρόνος. φιλεῖ γάρ πως τὰ μὲν παρόντα συνηθείᾳ καταφρονεῖσθαι, τὰ δὲ παρῳχηκότα τοῦ παραυτίκα ἐλέγχου κεχωρισμένα χρόνων ἀδηλίᾳ τετιμῆσθαι τῷ πλάσματι, καὶ τὰ μὲν ἀπιστεῖσθαι, τὰ δὲ καὶ θαυμάζεσθαι. αὐτίκα γοῦν οἱ παλαιοὶ νεκροὶ τῷ πολλῷ τῆς πλάνης χρόνῳ σεμνυνόμενοι τοῖς ἔπειτα νομίζονται θεοί. πίστις ὑμῖν τῶνδε αὐτὰ ὑμῶν τὰ μυστήρια, αἱ πανηγύρεις, δεσμὰ καὶ τραύματα καὶ δακρύοντες θεοί: μοι ἐγώ, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖῤ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. κεκράτηται τὸ θέλημα τοῦ Διὸς καὶ Ζεὺς ὑμῖν διὰ Σαρπηδόνα οἰμῴζει νενικημένος. Εἴδωλα γοῦν εἰκότως αὐτοὺς καὶ δαίμονας ὑμεῖς αὐτοὶ κεκλήκατε, ἐπεὶ καὶ τὴν Ἀθηνᾶν αὐτὴν καὶ τοὺς ἄλλους θεοὺς κακίᾳ τιμήσας Ὅμηρος δαίμονας προσηγόρευσεν: δ̓ Οὔλυμπόνδε βεβήκει δώματ̓ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. [p. 128] πῶς οὖν ἔτι θεοὶ τὰ εἴδωλα καὶ οἱ δαίμονες, βδελυρὰ ὄντως καὶ πνεύματα ἀκάθαρτα, πρὸς πάντων ὁμολογούμενα γήινα καὶ δεισαλέα, κάτω βρίθοντα, ‘περὶ τοὺς τάφους καὶ τὰ μνημεῖα καλινδούμενα,’ περὶ δὴ καὶ ὑποφαίνονται ἀμυδρῶςσκιοειδῆ φαντάσματα’; ταῦθ̓ ὑμῶν οἱ θεοὶ τὰ εἴδωλα, αἱ σκιαὶ καὶ πρὸς τούτοις αἱ 40χωλαὶἐκεῖναι καὶῥυσαί, παραβλῶπες ὀφθαλμώ, 41αἱ Λιταὶ αἱ Θερσίτου μᾶλλον Διὸς θυγατέρες, ὥστε μοι δοκεῖν χαριέντως φάναι τὸν Βίωνα, πῶς ἂν ἐνδίκως οἱ ἄνθρωποι παρὰ τοῦ Διὸς αἰτήσονται 42 τὴν εὐτεκνίαν, ἣν οὐδ̓ αὑτῷ παρασχεῖν ἴσχυσεν; οἴμοι τῆς ἀθεότητος: τὴν ἀκήρατον οὐσίαν, τὸ ὅσον ἐφ̓ ὑμῖν, κατορύττετε καὶ τὸ ἄχραντον ἐκεῖνο καὶ τὸ ἅγιον τοῖς τάφοις ἐπικεχώκατε, τῆς ἀληθῶς ὄντως οὐσίας συλήσαντες τὸ θεῖον. τί δὴ οὖν τὰ τοῦ θεοῦ τοῖς οὐ θεοῖς προσενείματε γέρα; τί δὲ καταλιπόντες τὸν οὐρανὸν τὴν γῆν τετιμήκατε; τί δ̓ ἄλλο χρυσὸς ἄργυρος ἀδάμας σίδηρος χαλκὸς ἐλέφας λίθοι τίμιοι; οὐχὶ γῆ τε καὶ ἐκ γῆς; οὐχὶ δὲ μιᾶς μητρὸς ἔκγονα, τῆς γῆς, τὰ πάντα ταῦτα ὅσα ὁρᾷς; τί δὴ οὖν, μάταιοι καὶ κενόφρονες ῾πάλιν γὰρ δὴ ἐπαναλήψομαἰ, τὸν ὑπερουράνιον βλασφημήσαντες τόπον εἰς τοὔδαφος κατεσύρατε τὴν εὐσέβειαν, χθονίους ὑμῖν ἀναπλάττοντες θεοὺς καὶ τὰ γενητὰ ταῦτα πρὸ τοῦ ἀγενήτου μετιόντες θεοῦ βαθυτέρῳ περιπεπτώκατε ζόφῳ; [p. 130] καλὸς Πάριος λίθος, ἀλλ̓ οὐδέπω Ποσειδῶν: καλὸς ἐλέφας, ἀλλ̓ οὐδέπω Ὀλύμπιος: ἐνδεὴς ἀεί ποτε ὕλη τῆς τέχνης, θεὸς δὲ ἀνενδεής. προῆλθεν τέχνη, περιβέβληται τὸ σχῆμα ὕλη, καὶ τὸ πλούσιον τῆς οὐσίας πρὸς μὲν τὸ κέρδος ἀγώγιμον, μόνῳ δὲ τῷ σχήματι γίνεται σεβάσμιον. χρυσός ἐστι τὸ ἄγαλμά σου, ξύλον ἐστίν, λίθος ἐστίν, γῆ ἐστιν, ἐὰν ἄνωθεν νοήσῃς, μορφὴν παρὰ τοῦ τεχνίτου προσλαβοῦσα. γῆν δὲ ἐγὼ πατεῖν, οὐ προσκυνεῖν μεμελέτηκα: οὐ γάρ μοι θέμις ἐμπιστεῦσαί ποτε τοῖς ἀψύχοις τὰς τῆς ψυχῆς ἐλπίδας. Ἰτέον οὖν ὡς ἔνι μάλιστα ἐγγυτάτω τῶν ἀγαλμάτων, ὡς οἰκεία πλάνη κἀκ τῆς προσόψεως ἐλέγχηται: 43 ἐναπομέμακται γὰρ πάνυ δὴ σαφῶς τὰ εἴδη τῶν ἀγαλμάτων τὴν διάθεσιν τῶν δαιμόνων. εἰ γοῦν τις τὰς γραφὰς καὶ τὰ ἀγάλματα περινοστῶν θεῷτο, γνωριεῖ ὑμῶν παραυτίκα τοὺς θεοὺς ἐκ τῶν ἐπονειδίστων σχημάτων, τὸν Διόνυσον ἀπὸ τῆς στολῆς, τὸν Ἥφαιστον ἀπὸ τῆς τέχνης, τὴν Δηὼ ἀπὸ τῆς συμφορᾶς, ἀπὸ τοῦ κρηδέμνου τὴν Ἰνώ, ἀπὸ τῆς τριαίνης τὸν Ποσειδῶ, ἀπὸ τοῦ κύκνου τὸν Δία: τὸν δὲ Ἡρακλέα δείκνυσιν πυρά, κἂν γυμνὴν ἴδῃ τις ἀνάγραπτον γυναῖκα, τὴνχρυσῆνἈφροδίτην νοεῖ. οὕτως Κύπριος Πυγμαλίων ἐκεῖνος ἐλεφαντίνου ἠράσθη ἀγάλματος: τὸ ἄγαλμα Ἀφροδίτης ἦν καὶ γυμνὴ ἦν: νικᾶται Κύπριος τῷ σχήματι καὶ συνέρχεται τῷ ἀγάλματι, καὶ τοῦτο Φιλοστέφανος ἱστορεῖ: Ἀφροδίτη δὲ ἄλλη ἐν Κνίδῳ λίθος ἦν καὶ καλὴ ἦν, ἕτερος ἠράσθη ταύτης [p. 132] καὶ μίγνυται τῇ λίθῳ: Ποσείδιππος ἱστορεῖ, μὲν πρότερος ἐν τῷ περὶ Κύπρου, δὲ ἕτερος ἐν τῷ περὶ Κνίδου. τοσοῦτον ἴσχυσεν ἀπατῆσαι τέχνη προαγωγὸς ἀνθρώποις ἐρωτικοῖς εἰς βάραθρον γενομένη. δραστήριος μὲν δημιουργική, ἀλλ̓ οὐχ οἵα τε ἀπατῆσαι λογικὸν οὐδὲ μὴν τοὺς κατὰ λόγον βεβιωκότας: ζωγραφίας μὲν γὰρ δἰ ὁμοιότητα σκιαγραφήταις περιστεραῖς 44 προσέπτησαν πελειάδες καὶ ἵπποις καλῶς γεγραμμέναις προσεχρεμέτισαν ἵπποι, ἐρασθῆναι κόρην εἰκόνος λέγουσιν καὶ νέον καλὸν Κνιδίου ἀγάλματος, ἀλλ̓ ἦσαν τῶν θεατῶν αἱ ὄψεις ἠπατημέναι ὑπὸ τῆς τέχνης. οὐδὲ γὰρ ἂν θεᾷ τις συνεπλάκη, οὐδ̓ ἂν νεκρᾷ τις συνετάφη, οὐδ̓ ἂν ἠράσθη δαίμονος καὶ λίθου ἄνθρωπος σωφρονῶν. ὑμᾶς δὲ ἄλλῃ γοητείᾳ ἀπατᾷ τέχνη, εἰ καὶ μὴ ἐπὶ τὸ ἐρᾶν προσάγουσα, ἀλλ̓ ἐπὶ τὸ τιμᾶν καὶ προσκυνεῖν τά τε ἀγάλματα καὶ τὰς γραφάς. ὁμοία γε γραφή: ἐπαινείσθω μὲν τέχνη, μὴ ἀπατάτω δὲ τὸν ἄνθρωπον ὡς ἀλήθεια. ἕστηκεν ἵππος ἡσυχῇ, πελειὰς ἀτρεμής, ἀργὸν τὸ πτερόν, δὲ βοῦς Δαιδάλου ἐκ τοῦ ξύλου πεποιημένη ταῦρον εἷλεν ἄγριον καὶ κατηνάγκασεν τὸ θηρίον τέχνη πλανήσασα ἐρώσης ἐπιβῆναι γυναικός. τοσοῦτον οἶστρον αἱ τέχναι κακοτεχνοῦσαι [p. 134] τοῖς ἀνοήτοις ἐνεποίησαν. ἀλλὰ τοὺς μὲν πιθήκους οἱ τούτων τροφεῖς καὶ μελεδωνοὶ τεθαυμάκασιν, ὅτι τῶν κηρίνων πηλίνων ὁμοιωμάτων καὶ κοροκοσμίων ἀπατᾷ τούτους οὐδέν: ὑμεῖς δὲ ἄρα καὶ πιθήκων χείρους γενήσεσθε λιθίνοις καὶ ξυλίνοις καὶ χρυσέοις καὶ ἐλεφαντίνοις ἀγαλματίοις καὶ γραφαῖς προσανέχοντες. τοιούτων ὑμῖν οἱ 45 δημιουργοὶ ἀθυρμάτων ὀλεθρίων οἱ λιθοξόοι καὶ οἱ ἀνδριαντοποιοὶ γραφεῖς τε αὖ καὶ τέκτονες καὶ ποιηταί, πολύν τινα καὶ τοιοῦτον ὄχλον παρεισάγοντες, κατ̓ ἀγροὺς μὲν Σατύρους καὶ Πᾶνας, ἀνὰ δὲ τὰς ὕλας Νύμφας τὰς ὀρειάδας καὶ τὰς ἁμαδρυάδας, ναὶ μὴν ἀλλὰ καὶ περὶ τὰ ὕδατα καὶ περὶ τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τὰς Ναΐδας καὶ περὶ τὴν θάλατταν τὰς Νηρεΐδας. μάγοι δὲ ἤδη ἀσεβείας τῆς σφῶν αὐτῶν ὑπηρέτας δαίμονας αὐχοῦσιν, οἰκέτας αὐτοὺς ἑαυτοῖς καταγράψαντες, τοὺς κατηναγκασμένους δούλους ταῖς ἐπαοιδαῖς πεποιηκότες. Γάμοι τε οὖν ἔτι καὶ παιδοποιίαι καὶ λοχεῖαι θεῶν μνημονευόμεναι καὶ μοιχεῖαι ᾀδόμεναι καὶ εὐωχίαι κωμῳδούμεναι καὶ γέλωτες παρὰ πότον εἰσαγόμενοι προτρέπουσι δή 46 με ἀνακραγεῖν, κἂν σιωπῆσαι θέλω, οἴμοι τῆς ἀθεότητος: σκηνὴν πεποιήκατε τὸν οὐρανὸν καὶ τὸ θεῖον ὑμῖν δρᾶμα γεγένηται καὶ τὸ ἅγιον προσωπείοις δαιμονίων κεκωμῳδήκατε, τὴν ἀληθῆ θεοσέβειαν δεισιδαιμονίᾳ σατυρίσαντες. αὐτὰρ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν, [p. 136] ᾆσον ἡμῖν, Ὅμηρε, τὴν φωνὴν τὴν καλήν, ἀμφ̓ Ἄρεως φιλότητος ἐυστεφάνου τ̓ Ἀφροδίτης: ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ: πολλὰ δ̓ ἔδωκε, λέχος δ̓ ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος. κατάπαυσον, Ὅμηρε, τὴν ᾠδήν: οὐκ ἔστι καλή, μοιχείαν διδάσκει: πορνεύειν δὲ ἡμεῖς καὶ τὰ ὦτα παρῃτήμεθα: ἡμεῖς γάρ, ἡμεῖς ἐσμὲν οἱ τὴν εἰκόνα τοῦ θεοῦ περιφέροντες ἐν τῷ ζῶντι καὶ κινουμένῳ τούτῳ ἀγάλματι, τῷ ἀνθρώπῳ, σύνοικον εἰκόνα, σύμβουλον, συνόμιλον, συνέστιον, συμπαθῆ, ὑπερπαθῆ: ἀνάθημα γεγόναμεν τῷ θεῷ ὑπὲρ Χριστοῦ: ‘ἡμεῖς τὸ γένος τὸ ἐκλεκτόν, τὸ βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς περιούσιος, οἱ ποτὲ οὐ λαός, νῦν δὲ λαὸς τοῦ θεοῦ’: οἱ κατὰ τὸν Ἰωάννην οὐκ ὄντεςἐκ τῶν κάτω,’ παρὰ δὲ τοῦ ἄνωθεν ἐλθόντος τὸ πᾶν μεμαθηκότες, οἱ τὴν οἰκονομίαν τοῦ θεοῦ κατανενοηκότες, οἱἐν καινότητι ζωῆς περιπατεῖνμεμελετηκότες. Ἀλλ̓ οὐ ταῦτα φρονοῦσιν οἱ πολλοί: ἀπορρίψαντες δὲ τὴν αἰδῶ καὶ τὸν φόβον οἴκοι τοὺς τῶν δαιμόνων ἐγγράφονται πασχητιασμούς. πινακίοις γοῦν τισὶ καταγράφοις μετεωρότερον ἀνακειμένοις προσεσχηκότες ἀσελγείᾳ τοὺς θαλάμους κεκοσμήκασι, τὴν ἀκολασίαν εὐσέβειαν νομίζοντες: κἀπὶ τοῦ σκίμποδος κατακείμενοι παῤ αὐτὰς ἔτι τὰς περιπλοκὰς ἀφορῶσιν εἰς τὴν Ἀφροδίτην ἐκείνην [p. 138] τὴν γυμνήν, τὴν ἐπὶ τῇ συμπλοκῇ δεδεμένην, καὶ τῇ Λήδᾳ περιποτώμενον τὸν ὄρνιν τὸν ἐρωτικόν, τῆς θηλύτητος ἀποδεχόμενοι τὴν γραφήν, ἀποτυποῦσι ταῖς σφενδόναις, σφραγῖδι χρώμενοι καταλλήλῳ τῇ Διὸς ἀκολασίᾳ. ταῦτα ὑμῶν τῆς ἡδυπαθείας τὰ ἀρχέτυπα, αὗται τῆς ὕβρεως αἱ θεολογίαι, αὗται τῶν συμπορνευόντων ὑμῖν θεῶν αἱ διδασκαλίαι: ‘ γὰρ βούλεται, τοῦθ̓ ἕκαστος καὶ οἴεταικατὰ τὸν Ἀθηναῖον ῥήτορα. οἷαι δὲ αὖ καὶ ἄλλαι ὑμῶν εἰκόνες, πανίσκοι τινὲς καὶ γυμναὶ κόραι καὶ σάτυροι μεθύοντες καὶ μορίων ἐντάσεις, ταῖς γραφαῖς ἀπογυμνούμεναι, ἀπὸ τῆς ἀκρασίας ἐλεγχόμεναι. ἤδη δὲ ἀναφανδὸν τῆς ἀκολασίας ὅλης τὰ σχήματα ἀνάγραπτα πανδημεὶ θεώμενοι οὐκ αἰσχύνεσθε, φυλάττετε δὲ ἔτι μᾶλλον ἀνακείμενα, ὥσπερ ἀμέλει τῶν θεῶν ὑμῶν τὰς εἰκόνας, στήλας ἀναισχυντίας καθιερώσαντες οἴκοι, ἐπ̓ ἴσης ἐγγραφόμενοι τὰ Φιλαινίδος σχήματα ὡς τὰ ῾Πρακλέους ἀθλήματα. τούτων οὐ μόνον τῆς χρήσεως, πρὸς δὲ καὶ τῆς ὄψεως καὶ τῆς ἀκοῆς αὐτῆς ἀμνηστίαν καταγγέλλομεν. ἡταίρηκεν ὑμῖν τὰ ὦτα, πεπορνεύκασιν οἱ ὀφθαλμοὶ καὶ τὸ καινότερον πρὸ τῆς συμπλοκῆς αἱ ὄψεις ὑμῖν μεμοιχεύκασιν. βιασάμενοι τὸν ἄνθρωπον καὶ τὸ ἔνθεον τοῦ πλάσματος ἐλέγχει ἀπαράξαντες, πάντα ἀπιστεῖτε, ἵνα ἐκπαθαίνησθε: καὶ πιστεύετε 47 μὲν τοῖς εἰδώλοις ζηλοῦντες [p. 140] αὐτῶν τὴν ἀκρασίαν, ἀπιστεῖτε δὲ τῷ θεῷ σωφροσύνην μὴ φέροντες: καὶ τὰ μὲν κρείττω μεμισήκατε, τὰ δὲ ἥττω τετιμήκατε, ἀρετῆς μὲν θεαταί, κακίας δὲ ἀγωνισταὶ γεγενημένοι. ‘Ὄλβιοιμόνοι τοίνυν, ὡς ἔπος εἰπεῖν, ὁμοθυμαδὸν ἐκεῖνοι πάντες κατὰ τὴν Σίβυλλαν οἳ ναοὺς μὲν 48 πάντας ἀπαρνήσονται ἰδόντες καὶ βωμούς, εἰκαῖα λίθων ἱδρύματα κωφῶν, καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα, 49 αἵματι ἐμψύχῳ μεμιασμένα καὶ θυσίαισι τετραπόδων, διπόδων, πτηνῶν θηρῶν τε φόνοισιν. καὶ γὰρ δὴ καὶ ἀπηγόρευται ἡμῖν ἀναφανδὸν ἀπατηλὸν ἐργάζεσθαι τέχνην. ‘οὐ γὰρ ποιήσεις,’ φησὶν προφήτης, ‘παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω.’ πού γ̓ ἂν ἔτι τὴν Πραξιτέλους Δήμητρα καὶ Κόρην καὶ τὸν Ἴακχον τὸν μυστικὸν θεοὺς ὑπολάβοιμεν τὰς Λυσίππου τέχνας τὰς χεῖρας τὰς Ἀπελλικάς, αἳ δὴ τῆς θεοδοξίας τὸ σχῆμα τῇ ὕλῃ περιτεθείκασιν; ἀλλ̓ ὑμεῖς μὲν ὅπως ποτὲ ἀνδριὰς ὅτι μάλιστα ὡραιότατος τεκταίνηται, προσκαρτερεῖτε, ὅπως δὲ αὐτοὶ μὴ ὅμοιοι δἰ ἀναισθησίαν τοῖς ἀνδριᾶσιν ἀποτελεσθῆτε, οὐ φροντίζετε: πάνυ γοῦν ἐμφανῶς καὶ συντόμως προφητικὸς ἐλέγχει τὴν συνήθειαν λόγος ὅτιπάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμονίων εἰσὶν εἴδωλα: δὲ θεὸς τοὺς οὐρανοὺς ἐποίησεν[p. 142] καὶ τὰ ἐν τῷ οὐρανῷ. πλανώμενοι γοῦν τινες ἐντεῦθεν οὐκ οἶδ̓ ὅπως θείαν μὲν τέχνην, πλὴν ἀλλ̓ οὐ θεὸν προσκυνοῦσιν ἥλιόν τε καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστέρων χορόν, παραλόγως τούτους θεοὺς ὑπολαμβάνοντες, τὰ ὄργανα τοῦ χρόνου: ‘τῷ γὰρ λόγῳ αὐτοῦ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα δύναμις αὐτῶν.’ ἀλλ̓ μὲν ἀνθρωπεία τέχνη οἰκίας τε καὶ ναῦς καὶ πόλεις καὶ γραφὰς δημιουργεῖ, θεὸς δὲ πῶς ἂν εἴποιμι ὅσα ποιεῖ; ὅλον ἴδε τὸν κόσμον, ἐκείνου ἔργον ἐστίν: καὶ οὐρανὸς καὶ ἥλιος καὶ ἄγγελοι καὶ ἄνθρωποιἔργα τῶν δακτύλων αὐτοῦ.’ ὅση γε δύναμις τοῦ θεοῦ. μόνον αὐτοῦ τὸ βούλημα κοσμοποιία: μόνος γὰρ θεὸς ἐποίησεν, ἐπεὶ καὶ μόνος ὄντως ἐστὶ θεός: ψιλῷ τῷ βούλεσθαι δημιουργεῖ καὶ τῷ μόνον ἐθελῆσαι αὐτὸν ἕπεται τὸ γεγενῆσθαι. ἐνταῦθα φιλοσόφων παρατρέπεται χορὸς πρὸς μὲν τὴν οὐρανοῦ θέαν παγκάλως γεγονέναι τὸν ἄνθρωπον ὁμολογούντων, τὰ δὲ ἐν οὐρανῷ φαινόμενα καὶ ὄψει καταλαμβανόμενα προσκυνούτων. εἰ γὰρ καὶ μὴ ἀνθρώπινα τὰ ἔργα τὰ ἐν οὐρανῷ, ἀλλὰ γοῦν ἀνθρώποις δεδημιούργηται. καὶ μὴ τὸν ἥλιόν τις ὑμῶν προσκυνείτω, ἀλλὰ τὸν ἡλίου ποιητὴν ἐπιποθείτω, μηδὲ τὸν κόσμον ἐκθειαζέτω, ἀλλὰ τὸν κόσμου δημιουργὸν ἐπιζητησάτω. μόνη ἄρα, ὡς ἔοικεν, καταφυγὴ τῷ μέλλοντι ἐπὶ τὰς σωτηρίους ἀφικνεῖσθαι θύρας ὑπολείπεται σοφία θεϊκή: ἐντεῦθεν ὥσπερ ἐξ ἱεροῦ τινος ἀσύλου οὐδενὶ οὐκέτι ἀγώγιμος τῶν δαιμόνων ἄνθρωπος γίνεται σπεύδων εἰς σωτηρίαν. [p. 144]

1 prostrepo/menoi Potter. protrepo/menoi MSS.

2 *smi/lidi tw=| Cobet. smilh=| th=| MSS.

3 th\n me/shn. . soi Jahn. h(\n me/shn au)tai=n i(storou=ntai e)/xousai MSS.

4 mhd) ei) Münzel. mhde\ MSS.

5 e)kei=nos Wilamositz. e)kei=na MSS.

6 ta\ a)ga/lmata Stählin. pa/lin . . a)ga/lmata Heyse.

7 h( Wilamositz. h)=n MSS.

8 pareike/nai Sylburg. parhke/nai MSS.

9 e)gene/sqhn Sylburg. gene/sqhn MSS.

10 *sku/llis Sylburg (from Pausanias ii. 15. 1, etc.). e)ku/lhs MSS.

11 o(\n inserted by Markland.

12 metapemyame/nous Sylburg. metapemya/menos MSS.

13 o( *ptolemai=os Arccrius.

14 o( de\ Heyse. o(\s MSS.

15 ta/fois Mayor. (The map of ancicnt Alexandria shoss the Serapeum to be adjacent to Necropolis.) But to/pos=ta/fos in Euripides, Heracleidae 1041.

16 *blisti/xhn Dindorf. bli/stixin MSS.

17 *)antioxei/a| Cobet. a)ntio/xeian MSS.

18 o(/tw=| Schsartz ; Stählin.

19 au)toi=s Wilamositz: Stählin.

20 w(raio/taton from Eusebius. Praep. Ev. ii. 6. w(rai=on tw=n MSS.

21 o(\n Eusebius.

22 e)leu/qeron Wilamositz. e)leu/qeros MSS.

23 o(/te Wilamositz. o(/ti MSS.

24 o(/te Stählin. to\ MSS. o(\ before a)rxe/tupon in M ; above the line in P.

25 xeu/masi Sibylline Oracles. xeu/mata Stählin : MSS.

26 toi=s inserted from Origen, Con. Celsum i. 5, vii. 62.

27 prostrepo/menoi Heyse. protrepo/menoi *mSS

28 proskunou=ntes Stählin. proskunou=sin MSS

29 ou)/te Mayor. ou)de\ MSS.

30 ou)de\ Mayor. ou)/te MSS.

31 to\ a)/galma Wilamositz.

32 o(/lws Sylburg. o(/lwn MSS.

33 xruse/ou Cobet. xrusi/ou MSS

34 katecerw=sin Sylburg. katecai/rousin MSS.

35 *kni/dou Sylburg. knidi/ou MSS

36 ta\s inserted by Schäfer.

37 a)phqanati/sqai Sylburg. a)phqanath=sqai MSS.

38 *)amu/ntou Cobet. a)mu/ntoros MSS.

39 ka)n tw=| th=s *)aqhna=s sunefu/reto pastw=| Mayor. kai\ tw=| th=s a)qhna=s e)nefura=to pastw=| MSS.

40 ai( inserted by Kroll.

41 o)fqalmw/ Homer. o)fqalmw=n MSS.

42 ai)th/sontai Cobet. ai)th/swntai MSS.

43 e)le/gxhtai Potter. e)le/gxetai MSS.

44 skiagrafh/tais peristerai=s Stählin. skiagrafi/as peristerai= *mSS. e)skiagrafhme/nais peristerai=s Mayor.

45 toiou/twn.. oi( Wilamositz. tosou/twn.. oi( MSS.

46 dh/ Höschel. de/ MSS.

47 pisteu/ete Arcerius. pisteu/hte MSS.

48 me\n inserted from Sibylline Oracles.

49 kai\ li/qina... xeiropoi/hta not in Sibylline Oracles.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: