previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[82] ἐν δὲ τούτῳ Μηνόδωρος καὶ Μενεκράτης καθορῶσιν ἀλλήλους καὶ τὸν ἄλλον πόνον ἀφέντες αὐτίκα μετ᾽ ὀργῆς καὶ βοῆς ἀλλήλοις ἐπέπλεον, ἐν τῷδε τὴν νίκην καὶ τὸ κεφάλαιον τοῦ πολέμου τιθέμενοι, ἐν τις αὐτῶν κρατήσειν ἔμελλεν. αἱ μὲν δὴ νῆες ἀλλήλαις ὑπὸ ῥύμης ἐνέπεσον καὶ συνέτριψαν μὲν τὸν ἔμβολον τῆς Μηνοδώρου νεώς, δὲ τὸν ταρσὸν τῆς Μενεκράτους: ἐπεὶ δὲ αὐταῖς ἑκατέρωθεν χεῖρες ἐπεβλήθησαν σιδηραῖ, τῶν μὲν νεῶν οὐδὲν ἔτι ἔργον ἦν, συνεστηκυίας ἑκατέρας, οἱ δὲ ἄνδρες ὥσπερ ἐν γῇ πόνου καὶ ἀρετῆς οὐδὲν ἀπέλειπον. ἀκόντιά τε γὰρ ἦν ἀθρόα καὶ λίθοι καὶ τοξεύματα ἐπ᾽ ἀλλήλους, καὶ ἐπὶ τὰς ναῦς καταρράκτας ἐρρίπτουν ἐς τὸ ἐπιέναι δι᾽ αὐτῶν. ὑψηλοτέρας δ᾽ οὔσης τῆς Μηνοδώρου νεώς, οἵ τε καταρράκται τοῖς τολμῶσιν ἦσαν εὐεπιβατώτεροι καὶ τὰ βαλλόμενα ὡς ἀφ᾽ ὑψηλοῦ βιαιότερα. τεθνεώτων δ᾽ ἤδη πολλῶν καὶ τῶν ὑπολοίπων κατατετρωμένων, μὲν Μηνόδωρος ὀβελῷ τὸν βραχίονα ἐτρώθη, καὶ ὀβελὸς ἐξῃρέθη, δὲ Μενεκράτης τὸν μηρὸν ἀκοντίῳ πολυγλώχινι Ἰβηρικῷ ὁλοσιδήρῳ, καὶ οὐκ ἦν ἐξελεῖν αὐτὸ σὺν ἐπείξει. ἀχρεῖος οὖν Μενεκράτης ἐς μάχην γενόμενος ἐπέμενε καὶ ὥς, τοὺς ἄλλους ἐποτρύνων, μέχρι λαμβανομένης τῆς νεὼς ἐς τὸν βυθὸν τοῦ πελάγους ἑαυτὸν ἔρριψεν. καὶ τὴν μὲν ναῦν Μηνόδωρος ἀνεδήσατο καὶ ἐς τὴν γῆν ἀπέπλευσεν, οὐδὲν ἔτι δρᾶν οὐδὲ ἐκεῖνος δυνάμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: