previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[50] καὶ γὰρ Ἀσίνιος αὐτίκα καὶ Πλάγκος καὶ Οὐεντίδιος καὶ Κράσσος καὶ Ἀτήιος καὶ ὅσοι τῆσδε τῆς γνώμης ὄντες ἕτεροι στρατὸν εἶχον οὐκ εὐκαταφρόνητον, ἀλλ᾽ εἰς τρισκαίδεκα τέλη γεγυμνασμένα καὶ ἱππέας ἑξακισχιλίους ἐπὶ πεντακοσίοις, ἡγούμενοι τὸ κεφάλαιον τοῦ πολέμου Λεύκιον γενονέναι ἐπὶ θάλασσαν ᾔεσαν, ἕτερος ἑτέρας ὁδούς, οἱ μὲν ἐς Βρεντέσιον, οἱ δ᾽ ἐπὶ Ῥαβέννης, οἱ δ᾽ ἐς Τάραντα καὶ οἱ μὲν ἐς Μοῦρκον Ἀηνόβαρβον, οἱ δὲ ἐς Ἀντώνιον, διωκόντων αὐτοὺς τῶν Καίσαρος φίλων καὶ σπονδὰς προτεινόντων καὶ οὐκ ἐθέλουσιν ἐνοχλούντων τὰ πεζὰ μάλιστα: ὧν δὴ καὶ μόνων Ἀγρίππας ἔπεισε μεταθέσθαι δύο τέλη Πλάγκου, ἀποληφθέντα ἐν Καμερίᾳ. ἔφευγε δὲ καὶ Φουλβία μετὰ τῶν τέκνων ἐς Δικαιάρχειαν καὶ ἀπὸ Δικαιαρχείας ἐς τὸ Βρεντέσιον, μετὰ τρισχιλίων ἱππέων οἳ αὐτῇ παρὰ τῶν στρατηγῶν πομποὶ ἀπεστάλησαν. ἐν δὲ τῷ Βρεντεσίῳ νεῶν πέντε μακρῶν ἐκ Μακεδονίας οἱ μεταπέμπτων γενομένων ἐπιβᾶσα ἀνήγετο: καὶ αὐτῇ Πλάγκος συνέπλει, τὸν ἔτι λοιπὸν αὑτοῦ στρατὸν ἐκλιπὼν ὑπὸ δειλίας. οἱ δὲ Οὐεντίδιον σφῶν εἵλοντο ἄρχειν. Ἀσίνιος δὲ Ἀηνοβάρβῳ συνετίθετο φιλίαν εἶναι πρὸς Ἀντώνιον: καὶ ἐπέστελλον ἄμφω τάδε τῷ Ἀντωνίῳ καὶ ἀποβάσεις αὐτῷ καὶ ἀγορὰν ὡς αὐτίκα ἥξοντι εὐτρέπιζον ἀνὰ τὴν Ἰταλίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: