previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[139] δὲ Πομπήιος Νίκαιάν τε καὶ Νικομήδειαν καταλαβὼν ἐχρηματίζετο λαμπρῶς, καὶ ἐς μεγάλα ταχέως αὐτῷ πάντα ηὔξετο παρ᾽ ἐλπίδα. Φουρνίῳ δὲ οὐ μακρὰν παραστρατοπεδεύοντι πρῶται μὲν ἧκον ἐκ Σικελίας, ἦρος ἀρχομένου, νῆες ἑβδομήκοντα, ὅσαι περιεσώθησαν ἐξ ὧν Ἀντώνιος ἐκεχρήκει κατὰ Πομπηίου Καίσαρι ῾μετὰ γὰρ τὸ Σικελικὸν ἔργον αὐτὰς Καῖσαρ ἀπέλυσεν̓, ἧκεν δὲ καὶ ἐκ Συρίας Τίτιος ἑτέραις ἑκατὸν εἴκοσι ναυσὶ καὶ στρατῷ πολλῷ, καὶ κατῆραν ἅπαντες ἐς Προκόννησον. δείσας οὖν Πομπήιος τὰς ναῦς ἐνέπρησε καὶ τοὺς ἐρέτας ὥπλισεν, ὡς ἄμεινον ὁμοῦ πᾶσι κατὰ τὴν γῆν συνοισόμενος. Κάσσιος δὲ Παρμήσιος καὶ Νασίδιος καὶ Σατορνῖνος καὶ Θέρμος καὶ Ἀντίστιος ὅσοι τε ἄλλοι τῶν ἀξιολόγων ἔτι τῷ Πομπηίῳ παρῆσαν φίλοι, καὶ τιμιώτατος αὐτῷ Φάννιος καὶ κηδεστὴς αὐτοῦ Πομπηίου Λίβων ὡς εἶδον αὐτὸν οὐδὲ Τιτίου παρόντος, ὅτῳ τὰ περὶ αὐτὸν Ἀντώνιος ἐπέτρεπε, παυόμενον τοῦ πρὸς τὸν ἀμείνονα πολέμου, ἀπέγνωσαν αὐτοῦ καὶ πράξαντες ὑπὲρ ἑαυτῶν πίστιν ἐς Ἀντώνιον μετῆλθον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: