previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[128] ζήλου δὲ αὐτῷ γέμοντι ἐπὶ τούτοις τὸ δαιμόνιον ἐνεμέσησε τοῦ ζήλου, καὶ στρατὸς ἐστασίασεν, οἰκεῖος αὐτοῦ μάλιστα, ἀπολυθῆναί τε τῆς στρατείας ἐπειγόμενοι καὶ γέρα λαβεῖν ὅμοια τοῖς ἐν Φιλίπποις ἀγωνισαμένοις. δὲ ᾔδει μὲν οὐχ ὅμοιον ἐκείνῳ τόνδε τὸν ἀγῶνα, ὑπισχνεῖτο δ᾽ ὅμως τὰ ἄξια δώσειν σὺν τοῖς ὑπ᾽ Ἀντωνίῳ στρατευομένοις, ὅτε κἀκεῖνος ἀφίκηται. περὶ δὲ τῆς ἀστρατείας ὑπεμίμνησκε σὺν ἀπειλῇ τῶν πατρίων νόμων τε καὶ ὅρκων καὶ κολάσεων. οὐκ εὐπειθῶς δὲ ἀκροωμένων ὑφῆκε τῆς ἀπειλῆς, ἵνα μή τις ἐκ τῶν νεολήπτων στρατῶν ἐπιγένοιτο θόρυβος, καὶ ἔλεγεν ἐν καιρῷ τε ἀπολύσειν σὺν Ἀντωνίῳ, καὶ ἄξειν νῦν οὐκ ἐπ᾽ ἐμφύλια ἔτι, πεπαυμένα σὺν τύχῃ χρηστῇ, ἐπὶ δ᾽ Ἰλλυριοὺς καὶ ἕτερα ἔθνη βάρβαρα, σαλεύοντα τὴν μόλις κτηθεῖσαν εἰρήνην, ὅθεν καταπλουτιεῖν αὐτούς. οἱ δ᾽ οὐκ ἔφασαν αὖθις στρατεύσεσθαι, πρὶν τῶν προτέρων λαβεῖν γέρα τε καὶ τιμάς. δὲ οὐκ ἔφη τὰς τιμὰς οὐδὲ νῦν ἀνατίθεσθαι, πολλὰς δὲ δοὺς προστιθέναι στεφάνους ἔτι τοῖς τέλεσιν ἄλλους καὶ λοχαγοῖς καὶ χιλιάρχοις περιπορφύρους ἐσθῆτας καὶ βουλευτικὴν ἐν ταῖς πατρίσιν ἀξίωσιν. ἔτι δὲ αὐτοῦ τοιάδε προστιθέντος ἕτερα, ὑπεφώνησε χιλίαρχος Ὀφίλλιος στεφάνους μὲν καὶ πορφύραν εἶναι παισὶν ἀθύρματα, στρατοῦ δὲ γέρα χωρία καὶ χρήματα: καὶ τοῦ πλήθους ἐπιβοήσαντος, ὅτι ὀρθῶς λέγοι, μὲν Καῖσαρ ἀπέστη τοῦ βήματος δυσχεραίνων. οἱ δὲ ἀμφὶ τὸν χιλίαρχον ἦσαν ἐπαινοῦντές τε καὶ τοῖς οὐ συνισταμένοις αὐτῷ λοιδορούμενοι. δ᾽ ἔφη καὶ μόνος ἀρκέσειν ἐπὶ οὕτω δικαίοις.

ἀλλ᾽ μὲν τόδε εἰπὼν ἐς τὴν ἐπιοῦσαν ἀφανὴς ἦν, καὶ οὐδ᾽, τι γένοιτο, ἐγινώσκετο:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: