previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[110] ἐνταῦθα τῆς νεὼς ἐκβαίνων Καῖσαρ ὤλισθε καὶ ἔπεσε καὶ ἀνέδραμε δι᾽ αὑτοῦ. καὶ αὐτῷ καθισταμένῳ ἔτι τὸ στρατόπεδον Πομπήιος ἐπέπλει στόλῳ πολλῷ, θαῦμα ἀδόκητον: ᾤετο γὰρ αὐτον ἐκπεπολεμῆσθαι πρὸς Ἀγρίππα. παρήλαυνε δὲ τῷ Πομπηίῳ καὶ ἵππος, ἐς τάχος διερίζουσα τῷ ναυτικῷ, καὶ τὰ πεζὰ ἑτέρωθεν ἐφαίνετο, ὥστε δεῖσαι μὲν ἅπαντας, ἐν μέσῳ τριῶν στρατῶν πολεμίων γενομένους, δεῖσαι δὲ τὸν Καίσαρα, Μεσσάλαν οὐκ ἔχοντα μεταπέμψασθαι. οἱ μὲν οὖν ἱππέες εὐθὺς ἠνώχλουν οἱ Πομπηίου χαρακοποιουμένους ἔτι τοὺς τοῦ Καίσαρος: εἰ δὲ ἐπὶ τοῖς ἱππεῦσιν οἱ πεζοὶ καὶ τὸ ναυτικὸν ἐφώρμησε, τάχα ἄν τι μεῖζον ἐξήνυστο τῷ Πομπηίῳ. νῦν δὲ ἀπείρως τε πολέμου, καὶ ὑπ᾽ ἀγνοίας τοῦ θορύβου τῶν Καίσαρος, καὶ ὄκνου, μὴ μάχης περὶ δείλην ἑσπέραν ἄρχειν, οἱ μὲν αὐτῶν ἐς Κόκκυνον ἄκραν ὡρμίσαντο, οἱ πεζοὶ δ᾽ οὐκ ἀξιοῦντες ἀγχοῦ τῶν πολεμίων στρατοπεδεύειν ἐς Φοίνικα πόλιν ἀνεχώρουν. καὶ νυκτὸς οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ τοῦ Καίσαρος τὸν μὲν χάρακα ἐτέλουν, ὑπὸ δὲ κόπου καὶ ἀγρυπνίας ἐς τὴν μάχην ἐβλάπτοντο. τέλη δ᾽ ἦν αὐτῷ τρία καὶ ἱππέες χωρὶς ἵππων πεντακόσιοι καὶ κοῦφοι χίλιοι καὶ κληροῦχοι σύμμαχοι χωρὶς καταλόγου δισχίλιοι καὶ ναυτικὴ δύναμις ἐπὶ τούτοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: