previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[48] Οὐεργίνιος δέ, ἀνὴρ ἡδὺς εἰπεῖν, τοὺς οἰκέτας ἐδίδασκεν, ὅτι κτείναντες μὲν αὑτὸν δι᾽ ὀλίγα χρήματα οὐκ ἀσφαλῆ μύσους τε πίμπλανται καὶ φόβων ἐς ὕστερον μεγάλων, περισώσαντες δὲ δόξης τε εὐσεβοῦς καὶ ἐλπίδων ἀγαθῶν καὶ χρημάτων ὕστερον πολὺ πλεόνων τε καὶ ἀσφαλεστέρων. οἱ μὲν δὴ συνέφευγον ὡς ὁμοδούλῳ καὶ γνωρισθέντος αὐτοῦ παρὰ τὴν ὁδὸν πρὸς τοὺς ὁπλίτας ἀπεμάχοντο: δὲ ληφθεὶς ὑπὸ τῶν ὁπλιτῶν ἐδίδασκε κἀκείνους, ὅτι κατὰ μὲν ἔχθραν αὑτὸν οὐκ ἀνελοῦσιν, ἀλλὰ χρημάτων οὕνεκα μόνων, χρήματα δὲ αὐτοῖς εἴη δικαιότερα καὶ πλέονα λαβεῖν ἐπὶ θάλασσαν ἐλθοῦσιν, ‘ἔνθα μοι τὸ γύναιον,’ ἔφη, ‘ναῦν φέρουσα χρημάτων συνετάξατο.’ καὶ αὐτῷ καὶ οἵδε πεισθέντες κατῄεσαν ἐπὶ τὴν θάλασσαν: γυνὴ δὲ ἀφῖκτο μὲν ἐπὶ τὴν ἠιόνα κατὰ τὸ συγκείμενον, βραδύνοντος δὲ τοῦ Οὐεργινίου, νομίσασα αὐτὸν ἐς Πομπήιον προπεπλευκέναι ἀνήγετο, θεράποντα ὅμως ἐπὶ τῆς ἠιόνος ἐξαγγέλλειν ὑπολιποῦσα. καὶ θεράπων τὸν Οὐεργίνιον ἰδὼν ἀνέθορέ τε ὡς ἐς δεσπότην καὶ τὴν ναῦν ἐδείκνυεν ὡς ὁρωμένην καὶ τὴν γυναῖκα ἔφραζε καὶ τὰ χρήματα καὶ αὐτὸς ἐφ᾽ ὅτῳ κατελείφθη. οἱ δὲ ἐπίστευον ἅπασιν ἤδη, καὶ τὸν Οὐεργίνιον ἀξιοῦντα σφᾶς περιμένειν, ἔστε μετακληθείη τὸ γύναιον, συνελθεῖν οἱ πρὸς αὐτὴν ἐπὶ τὰ χρήματα, ἐσβάντες ἐς σκάφος παρέπεμπον ἐς Σικελίαν, ἐρέσσοντες φιλοπόνως: ἐκεῖ δὲ ἔτυχόν τε τῶν ἐπαγγελιῶν καὶ οὐκ ἀπέστησαν ἔτι θεραπεύοντες αὐτὸν μέχρι τῶν σπονδῶν.

Ῥέβιλον δὲ ναύκληρος ἐς τὴν ναῦν ὑποδεξάμενος ὡς διοίσων ἐς Σικελίαν ᾔτει χρήματα, μηνύσειν ἀπειλῶν, εἰ μὴ λάβοι. δέ, οἷόν τι καὶ Θεμιστοκλῆς φεύγων ἐποίησεν, ἀντηπείλει μηνύσειν, ὅτι αὑτὸν ἐπὶ χρήμασιν ἄγοι, μέχρι δείσας ναύκληρος διέσωσεν ἐς Πομπήιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: