previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[44] Ἄππιον δὲ ἀναπαυόμενον ἐν ἐπαύλει, τῶν ὁπλιτῶν ἐπιθεόντων, οἰκέτης τὴν ἑαυτοῦ ἐσθῆτα ἐνέδυσε, καὶ αὐτὸς εἰς τὴν εὐνὴν οἷα δεσπότης ἀνακλιθεὶς ἑκὼν ἀπέθανεν ἀντὶ τοῦ δεσπότου, παρεστῶτος ὡς οἰκέτου. Μενηνίου δὲ τὴν οἰκίαν καταλαβόντων ὁπλιτῶν, θεράπων ἐς τὸ τοῦ δεσπότου φορεῖον ἐνέβη καὶ ὑπὸ τῶν ὁμοδούλων συνεργούντων ἐξεφέρετο, ἕως ὅδε μὲν ὡς Μενήνιος ἑκὼν ἀνῄρητο, Μενήνιος δὲ ἐς Σικελίαν διέφυγεν. Οὐίνιον δὲ ἀπελεύθερος αὐτοῦ Οὐινίου, Φιλήμων, οἰκίαν κεκτημένος λαμπράν, ἐν τῷ μεσαιτάτῳ τῆς οἰκίας ἔκρυψεν ἐν λάρνακι, ἃς ἀπὸ σιδήρου ἐς χρημάτων βιβλίων ἔχουσι φυλακήν: καὶ νυκτὸς ἔτρεφε μέχρι τῶν σπονδῶν. ἕτερος δὲ ἀπελεύθερος, τάφον δεσπότου φυλάσσων, τὸν δεσπόσυνον προγραφέντα ἐφύλασσεν ἐν τῷ τάφῳ μετὰ τοῦ πατρός.

Λουκρήτιος ἀλώμενος σὺν δυσὶ θεράπουσιν ἀγαθοῖς ὑπὸ ἀπορίας τῶν τροφῶν ᾔει πρὸς τὴν γυναῖκα, φορείῳ φερόμενος ὑπὸ τῶν οἰκετῶν οἷά τις ἄρρωστος, ἐς τὴν πόλιν. ἑνὸς δὲ τῶν φερόντων τὸ σκέλος συντρίβεντος τῷ ἑτέρῳ τὴν χεῖρα ἐπιθεὶς ᾔει. παρὰ δὲ ταῖς πύλαις γενόμενος, ἔνθα αὐτοῦ καὶ πατὴρ ὑπὸ Σύλλα προγραφεὶς ἑαλώκει, εἶδε λόχον ὁπλιτῶν ἐκτρέχοντα καὶ πρὸς τὸ συγκύρημα τοῦ τόπου καταπλαγεὶς συνεκρύφθη μετὰ τοῦ θεράποντος ἐν τάφῳ. τυμβωρύχων δὲ τοὺς τάφους ἐρευνωμένων, θεράπων ἑαυτὸν τοῖς τυμβωρύχοις παρέσχε περιδύειν, μέχρι Λουκρήτιον ἐπὶ τὰς πύλας διαφυγεῖν. ἐκεῖ δὲ αὐτὸν Λουκρήτιος περιμείνας τε καὶ τῆς ἑαυτοῦ μερισάμενος ἐσθῆτος, ἧκε πρὸς τὴν γυναῖκα καὶ ὑπ᾽ αὐτῆς ἐκρύπτετο ἐπὶ διπλῆς ὀροφῆς μεταξύ, μέχρι τινὲς αὐτὸν ἐρρύσαντο παρὰ τῶν προγραψάντων καὶ ὕστερον ἐπὶ εἰρήνης ὑπάτευσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: