This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[114] Βροῦτος δὲ Κασσίου τὸν νέκυν περικλαίων, ἀνεκάλει τελευταῖον ἄνδρα Ῥωμαίων, ὡς οὔ τινος ἔτι τοιοῦδε ἐς ἀρετὴν ἐσομένου, ταχυεργίας τε αὐτῷ καὶ προπετείας ἐνεκάλει καὶ ἐμακάριζεν ὁμοῦ φροντίδων καὶ ἀνίας ἀπηλλαγμένον, αἳ Βροῦτον ἐς ποῖον ἄρα τέλος ὁδηγοῦσι; παραδοὺς δὲ τὸ σῶμα τοῖς φίλοις, ἔνθα λαθραίως θάψειαν, ἵνα μὴ καταδακρύσειε τὸν στρατὸν ὁρῶντα, αὐτὸς ἄσιτός τε καὶ ἀτημέλητος ἀνὰ τὴν νύκτα πᾶσαν τὸ Κασσίου στρατόπεδον καθίστατο. ἅμα δ᾽ ἡμέρᾳ τῶν πολεμίων τὸν στρατὸν παρατασσόντων ἐς μάχην, ἵνα μὴ δοκοῖεν ἠλασσῶσθαι, συνεὶς τοῦ ἐνθυμήματος, ‘ὁπλισώμεθα,’ ἔφη, ‘καὶ ἡμεῖς καὶ ἀνθυποκριθῶμεν ἐλάσσονα παθεῖν.’ ὡς δὲ παρέταξεν, οἱ μὲν ἀνεχώρουν, ὁ δὲ Βροῦτος ἐπιτωθάσας ἔφη τοῖς φίλοις: ‘οἱ μὲν δὴ προκαλούμενοι ἡμᾶς ὡς κεκμηκότας οὐδὲ ἀπεπείρασαν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.