previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] ὧδε μὲν τὴν Ῥωμαίων ἡγεμονίαν οἱ τρεῖς ἐνείμαντο ἐφ᾽ ἑαυτοῖς, τὰ πέραν ἄρα τοῦ Ἰονίου μόνα ὑπερθέμενοι διὰ Βροῦτον καὶ Κάσσιον κρατοῦντας ἔτι αὐτῶν, Κασσίῳ δὲ καὶ Βρούτῳ πολεμεῖν Ἀντώνιόν τε καὶ Καίσαρα: Λέπιδον γὰρ ὑπατεύειν ἐς τὸ μέλλον καὶ τῇ πόλει διὰ τὰς ἐν αὐτῇ χρείας ὑπομένειν, ἡγεμονεύοντα τῆς Ἰβηρίας δι᾽ ἑτέρων: τοῦ δὲ Λεπίδου στρατοῦ τρία μὲν αὐτὸν Λέπιδον ἔχειν ἐς τὰ ἐπὶ Ῥώμης, ἑπτὰ δὲ τέλη νείμασθαι Καίσαρα καὶ Ἀντώνιον, τρία μὲν Καίσαρα, τέσσαρα δὲ Ἀντώνιον, ὡς ἂν ἐς τὸν πόλεμον αὐτῶν ἑκάτερος εἴκοσιν ἄγοι. ἐπελπίσαι δὲ ἤδη τὸν στρατὸν ἐς τὰ νικητήρια τοῦ πολέμου, ἄλλαις τε δωρεαῖς καὶ ἐς κατοικίαν δόσεσι τῶν Ἰταλικῶν πόλεων ὀκτωκαίδεκα, αἳ καὶ περιουσίᾳ καὶ ἐδάφεσι καὶ οἴκοις εἰς κάλλος διαφέρουσαι ἔμελλον αὐτοῖς ἐδάφεσι καὶ οἴκοις αὐτῷ διανεμήσεσθαι, ὥσπερ αὐτοῖς ἀντὶ τῆς πολεμίας δορίληπτοι γενόμεναι. καὶ ἦσαν αἱ πόλεις ἄλλαι τε καὶ αἱ περιφανέσταται μάλιστα αὐτῶν Καπύη καὶ Ῥήγιον καὶ Οὐενουσία καὶ Βενεβεντὸς καὶ Νουκερία καὶ Ἀρίμινον καὶ Ἰππώνιον. οὕτω μὲν τὰ κάλλιστα τῆς Ἰταλίας τῷ στρατῷ διέγραφον, ἔδοξε δὲ σφίσι καὶ τοὺς ἰδίους ἐχθροὺς προανελεῖν, ἵνα μὴ ἐνοχλοῖεν αὑτοῖς τάδε καθισταμένοις καὶ πολεμοῦσι πόλεμον ἔκδημον. ταῦτα μὲν ἔδοξε, καὶ ταῦτα συνεγράψαντο: καὶ αὐτῶν Καῖσαρ ὡς ὕπατος ἀνέγνω τοῖς στρατοῖς τὰ λοιπὰ χωρὶς τῶν ἀποθανουμένων. οἱ δ᾽ ἀκούσαντες ἐπαιώνισάν τε καὶ ἠσπάσαντο ἀλλήλους ἐπὶ διαλλαγῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (7 total)
  • Cross-references to this page (7):
    • Dictionary of Greek and Roman Geography (1854), ARI´MINUM
    • Dictionary of Greek and Roman Geography (1854), BENEVENTUM
    • Dictionary of Greek and Roman Geography (1854), CA´PUA
    • Dictionary of Greek and Roman Geography (1854), NUCE´RIA
    • Dictionary of Greek and Roman Geography (1854), RHE´GIUM
    • Dictionary of Greek and Roman Geography (1854), VENUSIA
    • Smith's Bio, Q. Hora'tius Flaccus
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: