previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[55] καὶ τάδε μὲν περὶ τῶν χρημάτων: τὴν δὲ Κελτικὴν ἡγεμονίαν οὐκ ἐψηφισάμεθα μὲν ἡμεῖς Ἀντωνίῳ, ἔδωκε δὲ δῆμος νόμῳ, παρόντος αὐτοῦ Κικέρωνος, τρόπῳ καὶ ἕτερα πολλάκις ἔδωκε καὶ τήνδε τὴν ἡγεμονίαν αὐτὴν Καίσαρι πάλαι. μέρος δ᾽ ἐστὶ τοῦ νόμου τὸν Ἀντώνιον, τὴν δεδομένην οἱ μετιόντα, Δέκμῳ μὴ παραχωροῦντι πολεμεῖν καὶ τὸν στρατὸν ἀντὶ Θρᾳκῶν οὐδὲν ἔτι κινουμένων ἐς τὴν Κελτικὴν ἐπὶ τὸν ἀντιλέγοντα. ἀλλὰ Κικέρων Δέκμον μὲν οὐχ ἡγεῖται πολέμιον, ἐναντία τῷ νόμῳ τιθέμενον ὅπλα, Ἀντώνιον δὲ πολέμιον, τῷ νόμῳ συμμαχοῦντα. εἰ δὲ αὐτὸν αἰτιᾶται τὸν νόμον, τοὺς θεμένους αἰτιᾶται: οὓς ἔδει μεταπείθειν, οὐχὶ συνθέμενον ὑβρίζειν, οὐδὲ τὴν χώραν Δέκμῳ μὲν πιστεύειν, ὃν δῆμος ἐδίωξεν ἐπὶ τῷ φόνῳ, Ἀντωνίῳ δὲ ἀπιστεῖν, τι δῆμος ἔδωκεν. οὐ γὰρ εὖ βουλευομένων ἐστὶ διαστασιάζεσθαι πρὸς τὸν δῆμον ἐν καιροῖς μάλιστα ἐπικινδύνοις οὐδὲ ἀμνημονεῖν, ὅτι καὶ τόδε αὐτὸ τοῦ δήμου πρότερον ἦν, τὸ κρίνειν τὰ φίλια καὶ πολέμια. μόνος γὰρ ἐκ τῶν πάλαι νόμων δῆμος αὐτοκράτωρ εἰρήνης πέρι καὶ πολέμου σκοπεῖν. ὧν μηδὲν δῆμος ἐπιστήσειε μηδὲ ἐπιμηνίσειεν ἡμῖν, προστάτου λαβόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: