previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[31] τῶν δὲ δημάρχων τινὸς ἀποθανόντος, ἐς τὴν ἀντ᾽ αὐτοῦ χειροτονίαν Καῖσαρ συνέπρασσεν Φλαμινίῳ: καὶ δῆμος οἰόμενος αὐτὸν ἐπιθυμοῦντα τῆς ἀρχῆς διὰ τὸ νεώτερον τῆς ἡλικίας οὐ παραγγέλλειν, ἐπενόουν ἐν ταῖς χειροτονίαις δήμαρχον ἀποφῆναι τὸν Καίσαρα. δὲ βουλὴ τῆς αὐξήσεως ἐφθόνει καὶ ἐδεδοίκει, μὴ δημαρχῶν τοὺς φονέας τοῦ πατρὸς ἐπὶ τὸν δῆμον ἐς δίκην ἀπαγάγοι: Ἀντώνιός τε τῆς ἄρτι συγκειμένης πρὸς τὸν Καίσαρα φιλίας ὑπεριδών, εἴτε ἐς χάριν τῆς βουλῆς παρηγορίαν, ἀχθομένης τῷ περὶ τῆς Κελτικῆς νόμῳ, εἴτε ἀπ᾽ οἰκείας γνώμης, προύγραφεν ὡς ὕπατος μηδενὶ Καίσαρα ἐγχειρεῖν παρανόμως, χρήσεσθαι κατ᾽ αὐτοῦ παντὶ μέτρῳ τῆς ἐξουσίας. ἀχαρίστου δ᾽ ἐς τὸν Καίσαρα καὶ ὑβριστικῆς ἅμα ἐς αὐτὸν καὶ τὸν δῆμον τῆς προγραφῆς γενομένης, μὲν δῆμος διώργιστο καὶ φιλονικήσειν ἔμελλον ἐν ταῖς χειροτονίαις, ὥστε δεῖσαι τὸν Ἀντώνιον καὶ ἀνελεῖν τὴν χειροτονίαν, τοῖς ὑπολοίποις τῶν δημάρχων ἀρκούμενον: δὲ Καῖσαρ, ὡς σαφῶς ἐπιβουλευόμενος ἤδη, πολλοὺς περιέπεμπεν ἔς τε τὰς τοῦ πατρὸς ἀποικίδας πόλεις ἐξαγγέλλειν, πάσχοι, καὶ τὴν ἑκάστων γνώμην καταμανθάνειν: ἔπεμπε δὲ καὶ ἐς τὰ Ἀντωνίου στρατόπεδα ἐπιμίγνυσθαί τινας ἀγορὰν φέροντας καὶ ἐντυγχάνειν τοῖς θαρροῦσι μάλιστα καὶ ἐς τὸ πλῆθος διαρριπτεῖν ἀφανῶς βιβλία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: