previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[28] καὶ μὲν ἔμελλε ποιήσειν, ὡς προσετέτακτο: θέαι δ᾽ ἦσαν, ἃς Κριτώνιος ἀγορανομῶν ἔμελλε τελέσειν: καὶ Καῖσαρ ἐς τὰς θέας τῷ πατρὶ τόν τε χρύσεον θρόνον καὶ στέφανον παρεσκεύαζεν, ἅπερ αὐτῷ κατὰ πάσας θέας ἐψηφίσαντο προτίθεσθαι. τοῦ Κριτωνίου δὲ εἰπόντος οὐκ ἀνέξεσθαι τιμωμένου Καίσαρος ἐν ταῖς αὑτοῦ δαπάναις, Καῖσαρ αὐτὸν ἐς τὸν Ἀντώνιον ἦγεν ὡς ὕπατον. Ἀντωνίου δὲ εἰπόντος ἐς τὴν βουλὴν ἐπανοίσειν, χαλεπήνας Καῖσαρ, ‘ἀνάφερε,’ εἶπεν, ‘ἐγὼ δὲ τὸν θρόνον, ἕως ἂν τὸ δόγμα, προθήσω.’ καὶ Ἀντώνιος χαλεπήνας ἐκώλυσεν. ἐκώλυσε δὲ καὶ ἐν ταῖς ἑξῆς θέαις ἔτι παραλογώτερον, ἃς αὐτὸς Καῖσαρ ἐτέλει, ἀνακειμένας ἐκ τοῦ πατρὸς Ἀφροδίτῃ Γενετείρᾳ, ὅτε περ αὐτῇ καὶ τὸν νεὼν πατὴρ τὸν ἐν ἀγορᾷ ἅμα αὐτῇ ἀγορᾷ ἀνετίθει. τότε δὴ καὶ μάλιστα μῖσος ἤδη σαφὲς ἐκ πάντων ἐς τὸν Ἀντώνιον ἐγίγνετο, ὡς οὐκ ἐς τὸν νῦν Καίσαρα φιλονικοῦντα μᾶλλον ἐς τὸν πρότερον ὑβρίζοντα ἀχαρίστως.

αὐτός τε Καῖσαρ μετὰ πλήθους οἷα φρουρᾶς τὸν δῆμον καὶ τοὺς εὖ τι παθόντας ὑπὸ τοῦ πατρὸς καὶ τοὺς ἐκείνῳ στρατευσαμένους περιθέων ἐπιφθόνως ἱκέτευεν οὗ μὲν αὐτοῦ τοιάδε καὶ τοσάδε πάσχοντος ὑπερορᾶν καὶ ἀμελεῖν ἑκόντος, Καίσαρι δὲ τῷ σφῶν αὐτοκράτορι καὶ εὐεργέτῃ ἀμύνειν, ἀτιμουμένῳ πρὸς Ἀντωνίου: ἀμυνεῖν δὲ καὶ σφίσιν αὐτοῖς, οὐδὲν ἕξουσι βέβαιον ὧν εἰλήφασι παρὰ Καίσαρος, εἰ μηδὲ αὐτῷ Καίσαρι μενεῖ τὰ ἐψηφισμένα βέβαια. Ἀντωνίου τε πανταχοῦ τῆς πόλεως ἐς τὰ ὑψηλὰ ἀναπηδῶν κατεβόα: ‘Καίσαρι μὲν δι᾽ ἐμὲ μήτε ὀργίζεσθαι μήτε ἐνυβρίζειν, εὐεργέτῃ σοῦ μάλιστα, Ἀντώνιε, ἐς τὰ μάλιστα γεγενημένῳ: ἐμοὶ δὲ τῶν μὲν ὕβρεων, ἐς ὅσον θέλεις, ἐμφορεῖσθαι, τὴν δὲ τῆς οὐσίας ἁρπαγὴν ἐπισχεῖν, μέχρι τοὺς πολίτας κομίσασθαι τὴν διανέμησιν καὶ τὰ λοιπὰ πάντα ἔχειν: ἀρκέσειν γὰρ ἐμοὶ πενομένῳ τήν τε τοῦ πατρὸς δόξαν, ἂν διαμένῃ, καὶ τὴν τοῦ δήμου διανέμησιν, ἐὰν ἐάσῃς δοθῆναι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: