previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[25] ἄφνω δὴ φήμη κατέσκηψε, Γέτας τὸν θάνατον τὸν Καίσαρος πυθομένους Μακεδονίαν πορθεῖν ἐπιτρέχοντας, καὶ Ἀντώνιος τὴν βουλὴν ᾔτει τὸν στρατὸν ὡς Γέταις ἐπιθήσων δίκην: ἔς τε γὰρ Γέτας αὐτὸν πρὸ Παρθυαίων Καίσαρι παρεσκευάσθαι καὶ τὰ Παρθυαίων ἠρεμεῖν ἐν τῷ παρόντι. μὲν οὖν βουλὴ τὴν φήμην ὑπενόει καὶ τοὺς ἐπισκεψομένους ἔπεμψεν: δὲ Ἀντώνιος τὸν φόβον αὐτῶν καὶ τὴν ὑπόνοιαν ἐκλύων ἐψηφίσατο μὴ ἐξεῖναί πω κατὰ μηδεμίαν αἰτίαν περὶ δικτάτορος ἀρχῆς μήτε εἰπεῖν μήτ᾽ ἐπιψηφίζειν μήτε λαβεῖν διδομένην, τὸν ἐκ τῶνδέ τινος ὑπεριδόντα νηποινεὶ πρὸς τῶν ἐντυχόντων ἀναιρεῖσθαι. καὶ τῷδε μάλιστα ἑλὼν τοὺς ἀκούοντας καὶ τοῖς ὑπὲρ Δολοβέλλα πράττουσι συνθέμενος ἓν τέλος δώσειν, ᾑρέθη τῆς ἐν Μακεδονίᾳ δυνάμεως εἶναι στρατηγὸς αὐτοκράτωρ. καὶ μὲν ἔχων, ἐβούλετο, Γάιον τὸν ἀδελφὸν αὐτίκα σὺν ἐπείξει τὸ δόγμα φέροντα τῷ στρατῷ διεπέμπετο: οἱ δὲ ἐπισκέπται τῆς φήμης ἐπανελθόντες Γέτας ἔλεγον οὐκ ἰδεῖν ἐν Μακεδονίᾳ, προσέθεσαν δέ, εἴτε ἀληθὲς εἴτε ὑπ᾽ Ἀντωνίου διδαχθέντες, ὅτι δέος ἦν, μὴ τῆς στρατιᾶς ποι μετελθούσης οἱ Γέται τὴν Μακεδονίαν ἐπιδράμοιεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: