previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[62] γενομένης δὲ τῆς τροπῆς λαμπρᾶς Καῖσαρ ἑτέρωθεν ἦγεν ἄλλον στρατόν, οὕτω δή τι καὶ τοῦτον περίφοβον, ὡς Πομπηίου μακρόθεν ἐπιφανέντος μήτε στῆναι περὶ τὰς πύλας ὄντας ἤδη μήτε ἐσελθεῖν ἐν κόσμῳ μήτε πεισθῆναι τοῖς προστάγμασιν, ἀλλὰ φεύγειν ἕκαστον, ὅπῃ τύχοιεν, ἀμεταστρεπτὶ χωρὶς αἰδοῦς καὶ παραγγέλματος καὶ λογισμοῦ. Καίσαρος δ᾽ αὐτοὺς περιθέοντός τε καὶ σὺν ὀνείδει μακρὰν ἔτι τὸν Πομπήιον ὄντα ἐπεδεικνύοντος, καὶ ἐφορῶντος τὰ σημεῖα ἀπερρίπτουν καὶ ἔφευγον, οἱ δὲ μόλις ὑπ᾽ αἰδοῦς κατέκυπτον ἐς τὴν γῆν ἄπρακτοι: τοσοῦτος αὐτοῖς τάραχος ἐνεπεπτώκει. εἷς δὲ καὶ στρέψας τὸ σημεῖον ἀνέτεινε τὸν οὐρίαχον ἐς τὸν αὐτοκράτορα. καὶ τόνδε μὲν οἱ Καίσαρος ὑπασπισταὶ κατέκοπτον, οἱ δ᾽ ἐσελθόντες οὐδ᾽ ἐπὶ τὰς φυλακὰς ἀπήντων, ἀλλὰ μεθειμένα πάντα ἦν καὶ τὸ χαράκωμα ἀφύλακτον, ὥστε αὐτὸ δοκεῖ συνεσπεσὼν ἂν τότε Πομπήιος ἑλεῖν κατὰ κράτος καὶ τὸν πόλεμον ἑνὶ τῷδε ἔργῳ πάντα ἐξεργάσασθαι, εἰ μὴ Λαβιηνὸς αὐτόν, θεοῦ παράγοντος, ἐπὶ τοὺς φεύγοντας ἔπειθε τραπῆναι: καὶ αὐτὸς ἅμα ὤκνησεν, τὴν ἀφυλαξίαν τοῦ χαρακώματος ὡς ἐνέδραν ὑφορώμενος ὡς ἤδη κεκριμένου τοῦ πολέμου καταφρονήσας. ἐπὶ δὲ τοὺς ἔξω τραπεὶς ἑτέρους τε ἔκτεινε πολλοὺς καὶ σημεῖα τῆς ἡμέρας ἐκείνης ἔλαβεν ἐν ταῖς δύο μάχαις ὀκτὼ καὶ εἴκοσιν καὶ δεύτερον τόνδε καιρὸν ἐντελοῦς ἔργου μεθῆκεν. καὶ τὸν Καίσαρά φασιν εἰπεῖν, ὅτι σήμερον ἂν πόλεμος ἐξείργαστο τοῖς πολεμίοις, εἰ τὸν νικᾶν ἐπιστάμενον εἶχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: